Livre de Ben Sirac le Sage
50,18 καὶ ᾔνεσαν οἱ ψαλτῳδοὶ ἐν φωναῖς αὐτῶν, ἐν πλείστῳ ἤχῳ ἐγλυκάνθη μέλος· ( ) 50,19 καὶ ἐδεήθη ὁ λαὸς κυρίου ὑψίστου ἐν προσευχῇ κατέναντι ἐλεήμονος, ἕως συντελεσθῇ κόσμος κυρίου καὶ τὴν λειτουργίαν αὐτοῦ ἐτελείωσαν. ( ) 50,20 τότε καταβὰς ἐπῆρεν χεῖρας αὐτοῦ ἐπὶ πᾶσαν ἐκκλησίαν υἱῶν Ισραηλ δοῦναι εὐλογίαν κυρίου ἐκ χειλέων αὐτοῦ καὶ ἐν ὀνόματι αὐτοῦ καυχήσασθαι· ( ) 50,21 καὶ ἐδευτέρωσαν ἐν προσκυνήσει ἐπιδέξασθαι τὴν εὐλογίαν παρὰ ὑψίστου. ( ) 50,22 Καὶ νῦν εὐλογήσατε τὸν θεὸν πάντων τὸν μεγάλα ποιοῦντα πάντῃ, τὸν ὑψοῦντα ἡμέρας ἡμῶν ἐκ μήτρας καὶ ποιοῦντα μεθ ἡμῶν κατὰ τὸ ἔλεος αὐτοῦ. ( )

50,23 δῴη ἡμῖν εὐφροσύνην καρδίας καὶ γενέσθαι εἰρήνην ἐν ἡμέραις ἡμῶν ἐν Ισραηλ κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος·


( )
50,24 ἐμπιστεύσαι μεθ ἡμῶν τὸ ἔλεος αὐτοῦ καὶ ἐν ταῖς ἡμέραις ἡμῶν λυτρωσάσθω ἡμᾶς. ( ) 50,25 Ἐν δυσὶν ἔθνεσιν προσώχθισεν ἡ ψυχή μου, καὶ τὸ τρίτον οὐκ ἔστιν ἔθνος· ( ) 50,26 οἱ καθήμενοι ἐν ὄρει Σαμαρείας καὶ Φυλιστιιμ καὶ ὁ λαὸς ὁ μωρὸς ὁ κατοικῶν ἐν Σικιμοις. ( ) 50,27 Παιδείαν συνέσεως καὶ ἐπιστήμης ἐχάραξεν ἐν τῷ βιβλίῳ τούτῳ Ἰησοῦς υἱὸς Σιραχ Ελεαζαρ ὁ Ιεροσολυμίτης, ὃς ἀνώμβρησεν σοφίαν ἀπὸ καρδίας αὐτοῦ. ( ) 50,28 μακάριος ὃς ἐν τούτοις ἀναστραφήσεται, καὶ θεὶς αὐτὰ ἐπὶ καρδίαν αὐτοῦ σοφισθήσεται· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: