Livre de Ben Sirac le Sage
50,12 ἐν δὲ τῷ δέχεσθαι μέλη ἐκ χειρῶν ἱερέων, καὶ αὐτὸς ἑστὼς παρ ἐσχάρᾳ βωμοῦ, κυκλόθεν αὐτοῦ στέφανος ἀδελφῶν ὡς βλάστημα κέδρων ἐν τῷ Λιβάνῳ καὶ ἐκύκλωσαν αὐτὸν ὡς στελέχη φοινίκων, ( ) 50,13 καὶ πάντες οἱ υἱοὶ Ααρων ἐν δόξῃ αὐτῶν καὶ προσφορὰ κυρίου ἐν χερσὶν αὐτῶν ἔναντι πάσης ἐκκλησίας Ισραηλ, ( ) 50,14 καὶ συντέλειαν λειτουργῶν ἐπὶ βωμῶν κοσμῆσαι προσφορὰν ὑψίστου παντοκράτορος, ( ) 50,15 ἐξέτεινεν ἐπὶ σπονδείου χεῖρα αὐτοῦ καὶ ἔσπεισεν ἐξ αἵματος σταφυλῆς, ἐξέχεεν εἰς θεμέλια θυσιαστηρίου ὀσμὴν εὐωδίας ὑψίστῳ παμβασιλεῖ. ( ) 50,16 τότε ἀνέκραγον οἱ υἱοὶ Ααρων, ἐν σάλπιγξιν ἐλαταῖς ἤχησαν, ἀκουστὴν ἐποίησαν φωνὴν μεγάλην εἰς μνημόσυνον ἔναντι ὑψίστου· ( )

50,17 τότε πᾶς ὁ λαὸς κοινῇ κατέσπευσαν καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν προσκυνῆσαι τῷ κυρίῳ αὐτῶν παντοκράτορι θεῷ ὑψίστῳ·


( )
50,18 καὶ ᾔνεσαν οἱ ψαλτῳδοὶ ἐν φωναῖς αὐτῶν, ἐν πλείστῳ ἤχῳ ἐγλυκάνθη μέλος· ( ) 50,19 καὶ ἐδεήθη ὁ λαὸς κυρίου ὑψίστου ἐν προσευχῇ κατέναντι ἐλεήμονος, ἕως συντελεσθῇ κόσμος κυρίου καὶ τὴν λειτουργίαν αὐτοῦ ἐτελείωσαν. ( ) 50,20 τότε καταβὰς ἐπῆρεν χεῖρας αὐτοῦ ἐπὶ πᾶσαν ἐκκλησίαν υἱῶν Ισραηλ δοῦναι εὐλογίαν κυρίου ἐκ χειλέων αὐτοῦ καὶ ἐν ὀνόματι αὐτοῦ καυχήσασθαι· ( ) 50,21 καὶ ἐδευτέρωσαν ἐν προσκυνήσει ἐπιδέξασθαι τὴν εὐλογίαν παρὰ ὑψίστου. ( ) 50,22 Καὶ νῦν εὐλογήσατε τὸν θεὸν πάντων τὸν μεγάλα ποιοῦντα πάντῃ, τὸν ὑψοῦντα ἡμέρας ἡμῶν ἐκ μήτρας καὶ ποιοῦντα μεθ ἡμῶν κατὰ τὸ ἔλεος αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: