Livre de Ben Sirac le Sage
49,14 Οὐδεὶς ἐκτίσθη ἐπὶ τῆς γῆς τοιοῦτος οἷος Ενωχ· καὶ γὰρ αὐτὸς ἀνελήμφθη ἀπὸ τῆς γῆς. ( ) 49,15 οὐδὲ ὡς Ιωσηφ ἐγεννήθη ἀνὴρ ἡγούμενος ἀδελφῶν, στήριγμα λαοῦ, καὶ τὰ ὀστᾶ αὐτοῦ ἐπεσκέπησαν. ( ) 49,16 Σημ καὶ Σηθ ἐν ἀνθρώποις ἐδοξάσθησαν, καὶ ὑπὲρ πᾶν ζῷον ἐν τῇ κτίσει Αδαμ. ( ) 50,1 Σιμων Ονιου υἱὸς ἱερεὺς ὁ μέγας, ὃς ἐν ζωῇ αὐτοῦ ὑπέρραψεν οἶκον καὶ ἐν ἡμέραις αὐτοῦ ἐστερέωσεν ναόν· ( ) 50,2 καὶ ὑπ αὐτοῦ ἐθεμελιώθη ὕψος διπλῆς, ἀνάλημμα ὑψηλὸν περιβόλου ἱεροῦ· ( )

50,3 ἐν ἡμέραις αὐτοῦ ἐλατομήθη ἀποδοχεῖον ὑδάτων, λάκκος ὡσεὶ θαλάσσης τὸ περίμετρον·


( )
50,4 ὁ φροντίζων τοῦ λαοῦ αὐτοῦ ἀπὸ πτώσεως καὶ ἐνισχύσας πόλιν ἐν πολιορκήσει. ( ) 50,5 ὡς ἐδοξάσθη ἐν περιστροφῇ λαοῦ, ἐν ἐξόδῳ οἴκου καταπετάσματος· ( ) 50,6 ὡς ἀστὴρ ἑωθινὸς ἐν μέσῳ νεφελῶν, ὡς σελήνη πλήρης ἐν ἡμέραις, ( ) 50,7 ὡς ἥλιος ἐκλάμπων ἐπὶ ναὸν ὑψίστου καὶ ὡς τόξον φωτίζον ἐν νεφέλαις δόξης, ( ) 50,8 ὡς ἄνθος ῥόδων ἐν ἡμέραις νέων, ὡς κρίνα ἐπ ἐξόδῳ ὕδατος, ὡς βλαστὸς Λιβάνου ἐν ἡμέραις θέρους, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: