Livre de Ben Sirac le Sage
49,4 Πάρεξ Δαυιδ καὶ Εζεκιου καὶ Ιωσιου πάντες πλημμέλειαν ἐπλημμέλησαν· κατέλιπον γὰρ τὸν νόμον τοῦ ὑψίστου, οἱ βασιλεῖς Ιουδα ἐξέλιπον· ( ) 49,5 ἔδωκαν γὰρ τὸ κέρας αὐτῶν ἑτέροις καὶ τὴν δόξαν αὐτῶν ἔθνει ἀλλοτρίῳ. ( ) 49,6 ἐνεπύρισαν ἐκλεκτὴν πόλιν ἁγιάσματος καὶ ἠρήμωσαν τὰς ὁδοὺς αὐτῆς ( ) 49,7 ἐν χειρὶ Ιερεμιου· ἐκάκωσαν γὰρ αὐτόν, καὶ αὐτὸς ἐν μήτρᾳ ἡγιάσθη προφήτης ἐκριζοῦν καὶ κακοῦν καὶ ἀπολλύειν, ὡσαύτως οἰκοδομεῖν καὶ καταφυτεύειν. ( ) 49,8 Ιεζεκιηλ ὃς εἶδεν ὅρασιν δόξης, ἣν ὑπέδειξεν αὐτῷ ἐπὶ ἅρματος χερουβιν· ( )

49,9 καὶ γὰρ ἐμνήσθη τῶν ἐχθρῶν ἐν ὄμβρῳ καὶ ἀγαθῶσαι τοὺς εὐθύνοντας ὁδούς.


( )
49,10 καὶ τῶν δώδεκα προφητῶν τὰ ὀστᾶ ἀναθάλοι ἐκ τοῦ τόπου αὐτῶν· παρεκάλεσαν γὰρ τὸν Ιακωβ καὶ ἐλυτρώσαντο αὐτοὺς ἐν πίστει ἐλπίδος. ( ) 49,11 Πῶς μεγαλύνωμεν τὸν Ζοροβαβελ., καὶ αὐτὸς ὡς σφραγὶς ἐπὶ δεξιᾶς χειρός, ( ) 49,12 οὕτως Ἰησοῦς υἱὸς Ιωσεδεκ, οἳ ἐν ἡμέραις αὐτῶν ᾠκοδόμησαν οἶκον καὶ ἀνύψωσαν ναὸν ἅγιον κυρίῳ ἡτοιμασμένον εἰς δόξαν αἰῶνος. ( ) 49,13 καὶ Νεεμιου ἐπὶ πολὺ τὸ μνημόσυνον τοῦ ἐγείραντος ἡμῖν τείχη πεπτωκότα καὶ στήσαντος πύλας καὶ μοχλοὺς καὶ ἀνεγείραντος τὰ οἰκόπεδα ἡμῶν. ( ) 49,14 Οὐδεὶς ἐκτίσθη ἐπὶ τῆς γῆς τοιοῦτος οἷος Ενωχ· καὶ γὰρ αὐτὸς ἀνελήμφθη ἀπὸ τῆς γῆς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: