Livre de Ben Sirac le Sage
48,8 ὁ χρίων βασιλεῖς εἰς ἀνταπόδομα καὶ προφήτας διαδόχους μετ αὐτόν· ( ) 48,9 ὁ ἀναλημφθεὶς ἐν λαίλαπι πυρὸς ἐν ἅρματι ἵππων πυρίνων· ( ) 48,10 ὁ καταγραφεὶς ἐν ἐλεγμοῖς εἰς καιροὺς κοπάσαι ὀργὴν πρὸ θυμοῦ, ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καταστῆσαι φυλὰς Ιακωβ. ( ) 48,11 μακάριοι οἱ ἰδόντες σε καὶ οἱ ἐν ἀγαπήσει κεκοιμημένοι· καὶ γὰρ ἡμεῖς ζωῇ ζησόμεθα. ( ) 48,12 Ηλιας ὃς ἐν λαίλαπι ἐσκεπάσθη, καὶ Ελισαιε ἐνεπλήσθη πνεύματος αὐτοῦ· καὶ ἐν ἡμέραις αὐτοῦ οὐκ ἐσαλεύθη ὑπὸ ἄρχοντος, καὶ οὐ κατεδυνάστευσεν αὐτὸν οὐδείς. ( )

48,13 πᾶς λόγος οὐχ ὑπερῆρεν αὐτόν, καὶ ἐν κοιμήσει ἐπροφήτευσεν τὸ σῶμα αὐτοῦ·


( )
48,14 καὶ ἐν ζωῇ αὐτοῦ ἐποίησεν τέρατα, καὶ ἐν τελευτῇ θαυμάσια τὰ ἔργα αὐτοῦ. ( ) 48,15 Ἐν πᾶσιν τούτοις οὐ μετενόησεν ὁ λαὸς καὶ οὐκ ἀπέστησαν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν, ἕως ἐπρονομεύθησαν ἀπὸ γῆς αὐτῶν καὶ διεσκορπίσθησαν ἐν πάσῃ τῇ γῇ. ( ) 48,16 καὶ κατελείφθη ὁ λαὸς ὀλιγοστός, καὶ ἄρχων ἐν τῷ οἴκῳ Δαυιδ· τινὲς μὲν αὐτῶν ἐποίησαν τὸ ἀρεστόν, τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας. ( ) 48,17 Εζεκιας ὠχύρωσεν τὴν πόλιν αὐτοῦ καὶ εἰσήγαγεν εἰς μέσον αὐτῆς ὕδωρ, ὤρυξεν σιδήρῳ ἀκρότομον καὶ ᾠκοδόμησεν κρήνας εἰς ὕδατα. ( ) 48,18 ἐν ἡμέραις αὐτοῦ ἀνέβη Σενναχηριμ καὶ ἀπέστειλεν Ραψακην, καὶ ἀπῆρεν· καὶ ἐπῆρεν χεῖρα αὐτοῦ ἐπὶ Σιων καὶ ἐμεγαλαύχησεν ἐν ὑπερηφανίᾳ αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: