Livre de Ben Sirac le Sage
48,7 ἀκούων ἐν Σινα ἐλεγμὸν καὶ ἐν Χωρηβ κρίματα ἐκδικήσεως· ( ) 48,8 ὁ χρίων βασιλεῖς εἰς ἀνταπόδομα καὶ προφήτας διαδόχους μετ αὐτόν· ( ) 48,9 ὁ ἀναλημφθεὶς ἐν λαίλαπι πυρὸς ἐν ἅρματι ἵππων πυρίνων· ( ) 48,10 ὁ καταγραφεὶς ἐν ἐλεγμοῖς εἰς καιροὺς κοπάσαι ὀργὴν πρὸ θυμοῦ, ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καταστῆσαι φυλὰς Ιακωβ. ( ) 48,11 μακάριοι οἱ ἰδόντες σε καὶ οἱ ἐν ἀγαπήσει κεκοιμημένοι· καὶ γὰρ ἡμεῖς ζωῇ ζησόμεθα. ( )

48,12 Ηλιας ὃς ἐν λαίλαπι ἐσκεπάσθη, καὶ Ελισαιε ἐνεπλήσθη πνεύματος αὐτοῦ· καὶ ἐν ἡμέραις αὐτοῦ οὐκ ἐσαλεύθη ὑπὸ ἄρχοντος, καὶ οὐ κατεδυνάστευσεν αὐτὸν οὐδείς.


20084 Bible des Peuples sur titre chapitre 2023-11-11: Élisée

( )
48,13 πᾶς λόγος οὐχ ὑπερῆρεν αὐτόν, καὶ ἐν κοιμήσει ἐπροφήτευσεν τὸ σῶμα αὐτοῦ· ( ) 48,14 καὶ ἐν ζωῇ αὐτοῦ ἐποίησεν τέρατα, καὶ ἐν τελευτῇ θαυμάσια τὰ ἔργα αὐτοῦ. ( ) 48,15 Ἐν πᾶσιν τούτοις οὐ μετενόησεν ὁ λαὸς καὶ οὐκ ἀπέστησαν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν, ἕως ἐπρονομεύθησαν ἀπὸ γῆς αὐτῶν καὶ διεσκορπίσθησαν ἐν πάσῃ τῇ γῇ. ( ) 48,16 καὶ κατελείφθη ὁ λαὸς ὀλιγοστός, καὶ ἄρχων ἐν τῷ οἴκῳ Δαυιδ· τινὲς μὲν αὐτῶν ἐποίησαν τὸ ἀρεστόν, τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας. ( ) 48,17 Εζεκιας ὠχύρωσεν τὴν πόλιν αὐτοῦ καὶ εἰσήγαγεν εἰς μέσον αὐτῆς ὕδωρ, ὤρυξεν σιδήρῳ ἀκρότομον καὶ ᾠκοδόμησεν κρήνας εἰς ὕδατα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: