Livre de Ben Sirac le Sage
48,6 ὁ καταγαγὼν βασιλεῖς εἰς ἀπώλειαν καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτῶν· ( ) 48,7 ἀκούων ἐν Σινα ἐλεγμὸν καὶ ἐν Χωρηβ κρίματα ἐκδικήσεως· ( ) 48,8 ὁ χρίων βασιλεῖς εἰς ἀνταπόδομα καὶ προφήτας διαδόχους μετ αὐτόν· ( ) 48,9 ὁ ἀναλημφθεὶς ἐν λαίλαπι πυρὸς ἐν ἅρματι ἵππων πυρίνων· ( ) 48,10 ὁ καταγραφεὶς ἐν ἐλεγμοῖς εἰς καιροὺς κοπάσαι ὀργὴν πρὸ θυμοῦ, ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καταστῆσαι φυλὰς Ιακωβ. ( )

48,11 μακάριοι οἱ ἰδόντες σε καὶ οἱ ἐν ἀγαπήσει κεκοιμημένοι· καὶ γὰρ ἡμεῖς ζωῇ ζησόμεθα.


4799 Bible des peuples sur verset 2019-01-06: Comme dans Malachie 3.24, l’auteur exprime la foi en un retour d’Élie au temps du Messie. Pour les Juifs, Élie était l’homme qui avait ressuscité des morts et que Dieu avait préservé de la mort. Ben-Sirac exprime l’espoir de retrouver la vie pour voir les heureux jours du salut.

( )
48,12 Ηλιας ὃς ἐν λαίλαπι ἐσκεπάσθη, καὶ Ελισαιε ἐνεπλήσθη πνεύματος αὐτοῦ· καὶ ἐν ἡμέραις αὐτοῦ οὐκ ἐσαλεύθη ὑπὸ ἄρχοντος, καὶ οὐ κατεδυνάστευσεν αὐτὸν οὐδείς. ( ) 48,13 πᾶς λόγος οὐχ ὑπερῆρεν αὐτόν, καὶ ἐν κοιμήσει ἐπροφήτευσεν τὸ σῶμα αὐτοῦ· ( ) 48,14 καὶ ἐν ζωῇ αὐτοῦ ἐποίησεν τέρατα, καὶ ἐν τελευτῇ θαυμάσια τὰ ἔργα αὐτοῦ. ( ) 48,15 Ἐν πᾶσιν τούτοις οὐ μετενόησεν ὁ λαὸς καὶ οὐκ ἀπέστησαν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν, ἕως ἐπρονομεύθησαν ἀπὸ γῆς αὐτῶν καὶ διεσκορπίσθησαν ἐν πάσῃ τῇ γῇ. ( ) 48,16 καὶ κατελείφθη ὁ λαὸς ὀλιγοστός, καὶ ἄρχων ἐν τῷ οἴκῳ Δαυιδ· τινὲς μὲν αὐτῶν ἐποίησαν τὸ ἀρεστόν, τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: