Livre de Ben Sirac le Sage
47,23 Καὶ ἀνεπαύσατο Σαλωμων μετὰ τῶν πατέρων αὐτοῦ καὶ κατέλιπεν μετ αὐτὸν ἐκ τοῦ σπέρματος αὐτοῦ λαοῦ ἀφροσύνην καὶ ἐλασσούμενον συνέσει Ροβοαμ, ὃς ἀπέστησεν λαὸν ἐκ βουλῆς αὐτοῦ. ( ) 47,24 καὶ Ιεροβοαμ υἱὸς Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ καὶ ἔδωκεν τῷ Εφραιμ ὁδὸν ἁμαρτίας· καὶ ἐπληθύνθησαν αἱ ἁμαρτίαι αὐτῶν σφόδρα ἀποστῆσαι αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν· ( ) 47,25 καὶ πᾶσαν πονηρίαν ἐξεζήτησαν, ἕως ἐκδίκησις ἔλθῃ ἐπ αὐτούς. ( ) 48,1 Καὶ ἀνέστη Ηλιας προφήτης ὡς πῦρ, καὶ ὁ λόγος αὐτοῦ ὡς λαμπὰς ἐκαίετο· ( ) 48,2 ὃς ἐπήγαγεν ἐπ αὐτοὺς λιμὸν καὶ τῷ ζήλῳ αὐτοῦ ὠλιγοποίησεν αὐτούς· ( )

48,3 ἐν λόγῳ κυρίου ἀνέσχεν οὐρανόν, κατήγαγεν οὕτως τρὶς πῦρ.


( )
48,4 ὡς ἐδοξάσθης, Ηλια, ἐν θαυμασίοις σου· καὶ τίς ὅμοιός σοι καυχᾶσθαι., ( ) 48,5 ὁ ἐγείρας νεκρὸν ἐκ θανάτου καὶ ἐξ ᾅδου ἐν λόγῳ ὑψίστου· ( ) 48,6 ὁ καταγαγὼν βασιλεῖς εἰς ἀπώλειαν καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτῶν· ( ) 48,7 ἀκούων ἐν Σινα ἐλεγμὸν καὶ ἐν Χωρηβ κρίματα ἐκδικήσεως· ( ) 48,8 ὁ χρίων βασιλεῖς εἰς ἀνταπόδομα καὶ προφήτας διαδόχους μετ αὐτόν· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: