Livre de Ben Sirac le Sage
47,11 κύριος ἀφεῖλεν τὰς ἁμαρτίας αὐτοῦ καὶ ἀνύψωσεν εἰς αἰῶνα τὸ κέρας αὐτοῦ καὶ ἔδωκεν αὐτῷ διαθήκην βασιλέων καὶ θρόνον δόξης ἐν τῷ Ισραηλ. ( ) 47,12 Μετὰ τοῦτον ἀνέστη υἱὸς ἐπιστήμων καὶ δι αὐτὸν κατέλυσεν ἐν πλατυσμῷ· ( ) 47,13 Σαλωμων ἐβασίλευσεν ἐν ἡμέραις εἰρήνης, ᾧ ὁ θεὸς κατέπαυσεν κυκλόθεν, ἵνα στήσῃ οἶκον ἐπ ὀνόματι αὐτοῦ καὶ ἑτοιμάσῃ ἁγίασμα εἰς τὸν αἰῶνα. ( ) 47,14 ὡς ἐσοφίσθης ἐν νεότητί σου καὶ ἐνεπλήσθης ὡς ποταμὸς συνέσεως. ( ) 47,15 γῆν ἐπεκάλυψεν ἡ ψυχή σου, καὶ ἐνέπλησας ἐν παραβολαῖς αἰνιγμάτων· ( )

47,16 εἰς νήσους πόρρω ἀφίκετο τὸ ὄνομά σου, καὶ ἠγαπήθης ἐν τῇ εἰρήνῃ σου·


( )
47,17 ἐν ᾠδαῖς καὶ παροιμίαις καὶ παραβολαῖς καὶ ἐν ἑρμηνείαις ἀπεθαύμασάν σε χῶραι. ( ) 47,18 ἐν ὀνόματι κυρίου τοῦ θεοῦ τοῦ ἐπικεκλημένου θεοῦ Ισραηλ συνήγαγες ὡς κασσίτερον τὸ χρυσίον καὶ ὡς μόλιβον ἐπλήθυνας ἀργύριον. ( ) 47,19 παρανέκλινας τὰς λαγόνας σου γυναιξὶν καὶ ἐνεξουσιάσθης ἐν τῷ σώματί σου· ( ) 47,20 ἔδωκας μῶμον ἐν τῇ δόξῃ σου καὶ ἐβεβήλωσας τὸ σπέρμα σου ἐπαγαγεῖν ὀργὴν ἐπὶ τὰ τέκνα σου καὶ κατανυγῆναι ἐπὶ τῇ ἀφροσύνῃ σου ( ) 47,21 γενέσθαι δίχα τυραννίδα καὶ ἐξ Εφραιμ ἄρξαι βασιλείαν ἀπειθῆ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: