Livre de Ben Sirac le Sage
45,21 καὶ γὰρ θυσίας κυρίου φάγονται, ἃς ἔδωκεν αὐτῷ τε καὶ τῷ σπέρματι αὐτοῦ. ( ) 45,22 πλὴν ἐν γῇ λαοῦ οὐ κληρονομήσει, καὶ μερὶς οὐκ ἔστιν αὐτῷ ἐν λαῷ· αὐτὸς γὰρ μερίς σου καὶ κληρονομία. ( ) 45,23 Καὶ Φινεες υἱὸς Ελεαζαρ τρίτος εἰς δόξαν ἐν τῷ ζηλῶσαι αὐτὸν ἐν φόβῳ κυρίου καὶ στῆναι αὐτὸν ἐν τροπῇ λαοῦ ἐν ἀγαθότητι προθυμίας ψυχῆς αὐτοῦ· καὶ ἐξιλάσατο περὶ τοῦ Ισραηλ. ( ) 45,24 διὰ τοῦτο ἐστάθη αὐτῷ διαθήκη εἰρήνης προστατεῖν ἁγίων καὶ λαοῦ αὐτοῦ, ἵνα αὐτῷ ᾖ καὶ τῷ σπέρματι αὐτοῦ ἱερωσύνης μεγαλεῖον εἰς τοὺς αἰῶνας. ( ) 45,25 καὶ διαθήκη τῷ Δαυιδ υἱῷ Ιεσσαι ἐκ φυλῆς Ιουδα κληρονομία βασιλέως υἱοῦ ἐξ υἱοῦ μόνου· κληρονομία Ααρων καὶ τῷ σπέρματι αὐτοῦ. ( )

45,26 δῴη ὑμῖν σοφίαν ἐν καρδίᾳ ὑμῶν κρίνειν τὸν λαὸν αὐτοῦ ἐν δικαιοσύνῃ, ἵνα μὴ ἀφανισθῇ τὰ ἀγαθὰ αὐτῶν καὶ τὴν δόξαν αὐτῶν εἰς γενεὰς αὐτῶν.


( )
46,1 Κραταιὸς ἐν πολέμῳ Ἰησοῦς Ναυη καὶ διάδοχος Μωυσῆ ἐν προφητείαις, ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτοῦ μέγας ἐπὶ σωτηρίᾳ ἐκλεκτῶν αὐτοῦ ἐκδικῆσαι ἐπεγειρομένους ἐχθρούς, ὅπως κατακληρονομήσῃ τὸν Ισραηλ. ( ) 46,2 ὡς ἐδοξάσθη ἐν τῷ ἐπᾶραι χεῖρας αὐτοῦ καὶ ἐν τῷ ἐκτεῖναι ῥομφαίαν ἐπὶ πόλεις. ( ) 46,3 τίς πρότερος αὐτοῦ οὕτως ἔστη., τοὺς γὰρ πολέμους κυρίου αὐτὸς ἐπήγαγεν. ( ) 46,4 οὐχὶ ἐν χειρὶ αὐτοῦ ἐνεποδίσθη ὁ ἥλιος καὶ μία ἡμέρα ἐγενήθη πρὸς δύο., ( ) 46,5 ἐπεκαλέσατο τὸν ὕψιστον δυνάστην ἐν τῷ θλῖψαι αὐτὸν ἐχθροὺς κυκλόθεν, καὶ ἐπήκουσεν αὐτοῦ μέγας κύριος ἐν λίθοις χαλάζης δυνάμεως κραταιᾶς· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: