Livre de Ben Sirac le Sage
44,22 καὶ ἐν τῷ Ισαακ ἔστησεν οὕτως δι Αβρααμ τὸν πατέρα αὐτοῦ. ( ) 44,23 εὐλογίαν πάντων ἀνθρώπων καὶ διαθήκην κατέπαυσεν ἐπὶ κεφαλὴν Ιακωβ· ἐπέγνω αὐτὸν ἐν εὐλογίαις αὐτοῦ καὶ ἔδωκεν αὐτῷ ἐν κληρονομίᾳ· καὶ διέστειλεν μερίδας αὐτοῦ, ἐν φυλαῖς ἐμέρισεν δέκα δύο. ( ) 45,1 Καὶ ἐξήγαγεν ἐξ αὐτοῦ ἄνδρα ἐλέους εὑρίσκοντα χάριν ἐν ὀφθαλμοῖς πάσης σαρκὸς ἠγαπημένον ὑπὸ θεοῦ καὶ ἀνθρώπων Μωυσῆν, οὗ τὸ μνημόσυνον ἐν εὐλογίαις· ( ) 45,2 ὡμοίωσεν αὐτὸν δόξῃ ἁγίων καὶ ἐμεγάλυνεν αὐτὸν ἐν φόβοις ἐχθρῶν· ( ) 45,3 ἐν λόγοις αὐτοῦ σημεῖα κατέπαυσεν, ἐδόξασεν αὐτὸν κατὰ πρόσωπον βασιλέων· ἐνετείλατο αὐτῷ πρὸς λαὸν αὐτοῦ καὶ ἔδειξεν αὐτῷ τῆς δόξης αὐτοῦ· ( )

45,4 ἐν πίστει καὶ πραύτητι αὐτὸν ἡγίασεν, ἐξελέξατο αὐτὸν ἐκ πάσης σαρκός·


( )
45,5 ἠκούτισεν αὐτὸν τῆς φωνῆς αὐτοῦ καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν γνόφον καὶ ἔδωκεν αὐτῷ κατὰ πρόσωπον ἐντολάς, νόμον ζωῆς καὶ ἐπιστήμης, διδάξαι τὸν Ιακωβ διαθήκην καὶ κρίματα αὐτοῦ τὸν Ισραηλ. ( ) 45,6 Ααρων ὕψωσεν ἅγιον ὅμοιον αὐτῷ ἀδελφὸν αὐτοῦ ἐκ φυλῆς Λευι· ( ) 45,7 ἔστησεν αὐτὸν διαθήκην αἰῶνος καὶ ἔδωκεν αὐτῷ ἱερατείαν λαοῦ· ἐμακάρισεν αὐτὸν ἐν εὐκοσμίᾳ καὶ περιέζωσεν αὐτὸν περιστολὴν δόξης· ( ) 45,8 ἐνέδυσεν αὐτὸν συντέλειαν καυχήματος καὶ ἐστερέωσεν αὐτὸν σκεύεσιν ἰσχύος, περισκελῆ καὶ ποδήρη καὶ ἐπωμίδα· ( ) 45,9 καὶ ἐκύκλωσεν αὐτὸν ῥοίσκοις, χρυσοῖς κώδωσιν πλείστοις κυκλόθεν, ἠχῆσαι φωνὴν ἐν βήμασιν αὐτοῦ, ἀκουστὸν ποιῆσαι ἦχον ἐν ναῷ εἰς μνημόσυνον υἱοῖς λαοῦ αὐτοῦ· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: