Livre de Ben Sirac le Sage
44,1 Αἰνέσωμεν δὴ ἄνδρας ἐνδόξους καὶ τοὺς πατέρας ἡμῶν τῇ γενέσει· ( ) 44,2 πολλὴν δόξαν ἔκτισεν ὁ κύριος, τὴν μεγαλωσύνην αὐτοῦ ἀπ αἰῶνος. ( ) 44,3 κυριεύοντες ἐν ταῖς βασιλείαις αὐτῶν καὶ ἄνδρες ὀνομαστοὶ ἐν δυνάμει· βουλεύοντες ἐν συνέσει αὐτῶν, ἀπηγγελκότες ἐν προφητείαις· ( ) 44,4 ἡγούμενοι λαοῦ ἐν διαβουλίοις καὶ συνέσει γραμματείας λαοῦ, σοφοὶ λόγοι ἐν παιδείᾳ αὐτῶν· ( ) 44,5 ἐκζητοῦντες μέλη μουσικῶν καὶ διηγούμενοι ἔπη ἐν γραφῇ· ( )

44,6 ἄνδρες πλούσιοι κεχορηγημένοι ἰσχύι, εἰρηνεύοντες ἐν κατοικίαις αὐτῶν·


( )
44,7 πάντες οὗτοι ἐν γενεαῖς ἐδοξάσθησαν, καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καύχημα. ( ) 44,8 εἰσὶν αὐτῶν οἳ κατέλιπον ὄνομα τοῦ ἐκδιηγήσασθαι ἐπαίνους· ( ) 44,9 καὶ εἰσὶν ὧν οὐκ ἔστιν μνημόσυνον καὶ ἀπώλοντο ὡς οὐχ ὑπάρξαντες καὶ ἐγένοντο ὡς οὐ γεγονότες καὶ τὰ τέκνα αὐτῶν μετ αὐτούς. ( ) 44,10 ἀλλ ἢ οὗτοι ἄνδρες ἐλέους, ὧν αἱ δικαιοσύναι οὐκ ἐπελήσθησαν· ( ) 44,11 μετὰ τοῦ σπέρματος αὐτῶν διαμενεῖ, ἀγαθὴ κληρονομία ἔκγονα αὐτῶν· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: