Livre de Ben Sirac le Sage
43,31 τίς ἑόρακεν αὐτὸν καὶ ἐκδιηγήσεται., καὶ τίς μεγαλυνεῖ αὐτὸν καθώς ἐστιν., ( ) 43,32 πολλὰ ἀπόκρυφά ἐστιν μείζονα τούτων, ὀλίγα γὰρ ἑωράκαμεν τῶν ἔργων αὐτοῦ· ( ) 43,33 πάντα γὰρ ἐποίησεν ὁ κύριος καὶ τοῖς εὐσεβέσιν ἔδωκεν σοφίαν ( ) 44,1 Αἰνέσωμεν δὴ ἄνδρας ἐνδόξους καὶ τοὺς πατέρας ἡμῶν τῇ γενέσει· ( ) 44,2 πολλὴν δόξαν ἔκτισεν ὁ κύριος, τὴν μεγαλωσύνην αὐτοῦ ἀπ αἰῶνος. ( )

44,3 κυριεύοντες ἐν ταῖς βασιλείαις αὐτῶν καὶ ἄνδρες ὀνομαστοὶ ἐν δυνάμει· βουλεύοντες ἐν συνέσει αὐτῶν, ἀπηγγελκότες ἐν προφητείαις·


( )
44,4 ἡγούμενοι λαοῦ ἐν διαβουλίοις καὶ συνέσει γραμματείας λαοῦ, σοφοὶ λόγοι ἐν παιδείᾳ αὐτῶν· ( ) 44,5 ἐκζητοῦντες μέλη μουσικῶν καὶ διηγούμενοι ἔπη ἐν γραφῇ· ( ) 44,6 ἄνδρες πλούσιοι κεχορηγημένοι ἰσχύι, εἰρηνεύοντες ἐν κατοικίαις αὐτῶν· ( ) 44,7 πάντες οὗτοι ἐν γενεαῖς ἐδοξάσθησαν, καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καύχημα. ( ) 44,8 εἰσὶν αὐτῶν οἳ κατέλιπον ὄνομα τοῦ ἐκδιηγήσασθαι ἐπαίνους· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: