Livre de Ben Sirac le Sage
43,20 ψυχρὸς ἄνεμος βορέης πνεύσει, καὶ παγήσεται κρύσταλλος ἐφ ὕδατος· ἐπὶ πᾶσαν συναγωγὴν ὕδατος καταλύσει, καὶ ὡς θώρακα ἐνδύσεται τὸ ὕδωρ. ( ) 43,21 καταφάγεται ὄρη καὶ ἔρημον ἐκκαύσει καὶ ἀποσβέσει χλόην ὡς πῦρ. ( ) 43,22 ἴασις πάντων κατὰ σπουδὴν ὁμίχλη, δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει. ( ) 43,23 Λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσον καὶ ἐφύτευσεν ἐν αὐτῇ νήσους. ( ) 43,24 οἱ πλέοντες τὴν θάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς, καὶ ἀκοαῖς ὠτίων ἡμῶν θαυμάζομεν· ( )

43,25 καὶ ἐκεῖ τὰ παράδοξα καὶ θαυμάσια ἔργα, ποικιλία παντὸς ζῴου, κτίσις κητῶν.


( )
43,26 δι αὐτὸν εὐοδοῖ ἄγγελος αὐτοῦ, καὶ ἐν λόγῳ αὐτοῦ σύγκειται τὰ πάντα. ( ) 43,27 Πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἀφικώμεθα, καὶ συντέλεια λόγων Τὸ πᾶν ἐστιν αὐτός. ( ) 43,28 δοξάζοντες ποῦ ἰσχύσομεν., αὐτὸς γὰρ ὁ μέγας παρὰ πάντα τὰ ἔργα αὐτοῦ. ( ) 43,29 φοβερὸς κύριος καὶ σφόδρα μέγας, καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ. ( ) 43,30 δοξάζοντες κύριον ὑψώσατε καθ ὅσον ἂν δύνησθε, ὑπερέξει γὰρ καὶ ἔτι· καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύι, μὴ κοπιᾶτε, οὐ γὰρ μὴ ἀφίκησθε. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: