Livre de Ben Sirac le Sage
41,21 ἀπὸ ἀφαιρέσεως μερίδος καὶ δόσεως καὶ ἀπὸ κατανοήσεως γυναικὸς ὑπάνδρου, ( ) 41,22 ἀπὸ περιεργίας παιδίσκης αὐτοῦ καὶ μὴ ἐπιστῇς ἐπὶ τὴν κοίτην αὐτῆς, ἀπὸ φίλων περὶ λόγων ὀνειδισμοῦ καὶ μετὰ τὸ δοῦναι μὴ ὀνείδιζε, ἀπὸ δευτερώσεως καὶ λόγου ἀκοῆς καὶ ἀπὸ καλύψεως λόγων κρυφίων· καὶ ἔσῃ αἰσχυντηρὸς ἀληθινῶς καὶ εὑρίσκων χάριν ἔναντι παντ ( ) 42,1 Μὴ περὶ τούτων αἰσχυνθῇς καὶ μὴ λάβῃς πρόσωπον τοῦ ἁμαρτάνειν· ( ) 42,2 περὶ νόμου ὑψίστου καὶ διαθήκης καὶ περὶ κρίματος δικαιῶσαι τὸν ἀσεβῆ, ( ) 42,3 περὶ λόγου κοινωνοῦ καὶ ὁδοιπόρων καὶ περὶ δόσεως κληρονομίας ἑταίρων, ( )

42,4 περὶ ἀκριβείας ζυγοῦ καὶ σταθμίων καὶ περὶ κτήσεως πολλῶν καὶ ὀλίγων,


( )
42,5 περὶ διαφόρου πράσεως ἐμπόρων καὶ περὶ παιδείας τέκνων πολλῆς καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι· ( ) 42,6 ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς, καὶ ὅπου χεῖρες πολλαί, κλεῖσον· ( ) 42,7 ὃ ἐὰν παραδιδῷς, ἐν ἀριθμῷ καὶ σταθμῷ, καὶ δόσις καὶ λῆμψις, πάντα ἐν γραφῇ· ( ) 42,8 περὶ παιδείας ἀνοήτου καὶ μωροῦ καὶ ἐσχατογήρως κρινομένου πρὸς νέους· καὶ ἔσῃ πεπαιδευμένος ἀληθινῶς καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος. ( ) 42,9 Θυγάτηρ πατρὶ ἀπόκρυφος ἀγρυπνία, καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον· ἐν νεότητι αὐτῆς, μήποτε παρακμάσῃ, καὶ συνῳκηκυῖα, μήποτε μισηθῇ· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: