Livre de Ben Sirac le Sage
41,6 τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος. ( ) 41,7 πατρὶ ἀσεβεῖ μέμψεται τέκνα, ὅτι δι αὐτὸν ὀνειδισθήσονται. ( ) 41,8 οὐαὶ ὑμῖν, ἄνδρες ἀσεβεῖς, οἵτινες ἐγκατελίπετε νόμον θεοῦ ὑψίστου· ( ) 41,9 καὶ ἐὰν γεννηθῆτε, εἰς κατάραν γεννηθήσεσθε, καὶ ἐὰν ἀποθάνητε, εἰς κατάραν μερισθήσεσθε. ( ) 41,10 πάντα, ὅσα ἐκ γῆς, εἰς γῆν ἀπελεύσεται, οὕτως ἀσεβεῖς ἀπὸ κατάρας εἰς ἀπώλειαν. ( )

41,11 Πένθος ἀνθρώπων ἐν σώμασιν αὐτῶν, ὄνομα δὲ ἁμαρτωλῶν οὐκ ἀγαθὸν ἐξαλειφθήσεται.


( )
41,12 φρόντισον περὶ ὀνόματος, αὐτὸ γάρ σοι διαμενεῖ ἢ χίλιοι μεγάλοι θησαυροὶ χρυσίου· ( ) 41,13 ἀγαθῆς ζωῆς ἀριθμὸς ἡμερῶν, καὶ ἀγαθὸν ὄνομα εἰς αἰῶνα διαμενεῖ. ( ) 41,14 παιδείαν ἐν εἰρήνῃ συντηρήσατε, τέκνα· σοφία δὲ κεκρυμμένη καὶ θησαυρὸς ἀφανής, τίς ὠφέλεια ἐν ἀμφοτέροις., ( ) 41,15 κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ. ( ) 41,16 Τοιγαροῦν ἐντράπητε ἐπὶ τῷ ῥήματί μου· οὐ γάρ ἐστιν πᾶσαν αἰσχύνην διαφυλάξαι καλόν, καὶ οὐ πάντα πᾶσιν ἐν πίστει εὐδοκιμεῖται. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: