Livre de Ben Sirac le Sage
41,4 τοῦτο τὸ κρίμα παρὰ κυρίου πάσῃ σαρκί, καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίᾳ ὑψίστου., εἴτε δέκα εἴτε ἑκατὸν εἴτε χίλια ἔτη, οὐκ ἔστιν ἐν ᾅδου ἐλεγμὸς ζωῆς. ( ) 41,5 Τέκνα βδελυρὰ γίνεται τέκνα ἁμαρτωλῶν καὶ συναναστρεφόμενα παροικίαις ἀσεβῶν· ( ) 41,6 τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος. ( ) 41,7 πατρὶ ἀσεβεῖ μέμψεται τέκνα, ὅτι δι αὐτὸν ὀνειδισθήσονται. ( ) 41,8 οὐαὶ ὑμῖν, ἄνδρες ἀσεβεῖς, οἵτινες ἐγκατελίπετε νόμον θεοῦ ὑψίστου· ( )

41,9 καὶ ἐὰν γεννηθῆτε, εἰς κατάραν γεννηθήσεσθε, καὶ ἐὰν ἀποθάνητε, εἰς κατάραν μερισθήσεσθε.


( )
41,10 πάντα, ὅσα ἐκ γῆς, εἰς γῆν ἀπελεύσεται, οὕτως ἀσεβεῖς ἀπὸ κατάρας εἰς ἀπώλειαν. ( ) 41,11 Πένθος ἀνθρώπων ἐν σώμασιν αὐτῶν, ὄνομα δὲ ἁμαρτωλῶν οὐκ ἀγαθὸν ἐξαλειφθήσεται. ( ) 41,12 φρόντισον περὶ ὀνόματος, αὐτὸ γάρ σοι διαμενεῖ ἢ χίλιοι μεγάλοι θησαυροὶ χρυσίου· ( ) 41,13 ἀγαθῆς ζωῆς ἀριθμὸς ἡμερῶν, καὶ ἀγαθὸν ὄνομα εἰς αἰῶνα διαμενεῖ. ( ) 41,14 παιδείαν ἐν εἰρήνῃ συντηρήσατε, τέκνα· σοφία δὲ κεκρυμμένη καὶ θησαυρὸς ἀφανής, τίς ὠφέλεια ἐν ἀμφοτέροις., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: