Livre de Ben Sirac le Sage
40,26 χρήματα καὶ ἰσχὺς ἀνυψώσουσιν καρδίαν, καὶ ὑπὲρ ἀμφότερα φόβος κυρίου· οὐκ ἔστιν ἐν φόβῳ κυρίου ἐλάττωσις, καὶ οὐκ ἔστιν ἐπιζητῆσαι ἐν αὐτῷ βοήθειαν· ( ) 40,27 φόβος κυρίου ὡς παράδεισος εὐλογίας, καὶ ὑπὲρ πᾶσαν δόξαν ἐκάλυψεν αὐτόν. ( ) 40,28 Τέκνον, ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς· κρεῖσσον ἀποθανεῖν ἢ ἐπαιτεῖν. ( ) 40,29 ἀνὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν, οὐκ ἔστιν αὐτοῦ ὁ βίος ἐν λογισμῷ ζωῆς, ἀλισγήσει ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις· ἀνὴρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται. ( ) 40,30 ἐν στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαίτησις, καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται. ( )

41,1 Ὦ θάνατε, ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ, ἀνδρὶ ἀπερισπάστῳ καὶ εὐοδουμένῳ ἐν πᾶσιν καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν.


20065 Bible des Peuples sur titre chapitre 2023-11-11: La mort

( )
41,2 ὦ θάνατε, καλόν σου τὸ κρίμα ἐστὶν ἀνθρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύι, ἐσχατογήρῳ καὶ περισπωμένῳ περὶ πάντων καὶ ἀπειθοῦντι καὶ ἀπολωλεκότι ὑπομονήν. ( ) 41,3 μὴ εὐλαβοῦ κρίμα θανάτου, μνήσθητι προτέρων σου καὶ ἐσχάτων· ( ) 41,4 τοῦτο τὸ κρίμα παρὰ κυρίου πάσῃ σαρκί, καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίᾳ ὑψίστου., εἴτε δέκα εἴτε ἑκατὸν εἴτε χίλια ἔτη, οὐκ ἔστιν ἐν ᾅδου ἐλεγμὸς ζωῆς. ( ) 41,5 Τέκνα βδελυρὰ γίνεται τέκνα ἁμαρτωλῶν καὶ συναναστρεφόμενα παροικίαις ἀσεβῶν· ( ) 41,6 τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: