Livre de Ben Sirac le Sage
40,11 πάντα, ὅσα ἀπὸ γῆς, εἰς γῆν ἀναστρέφει, καὶ ἀπὸ ὑδάτων, εἰς θάλασσαν ἀνακάμπτει. ( ) 40,12 Πᾶν δῶρον καὶ ἀδικία ἐξαλειφθήσεται, καὶ πίστις εἰς τὸν αἰῶνα στήσεται. ( ) 40,13 χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανθήσεται καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετῷ ἐξηχήσει· ( ) 40,14 ἐν τῷ ἀνοῖξαι αὐτὸν χεῖρας εὐφρανθήσεται, οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν. ( ) 40,15 ἔκγονα ἀσεβῶν οὐ πληθυνεῖ κλάδους, καὶ ῥίζαι ἀκάθαρτοι ἐπ ἀκροτόμου πέτρας· ( )

40,16 ἄχι ἐπὶ παντὸς ὕδατος καὶ χείλους ποταμοῦ πρὸ παντὸς χόρτου ἐκτιλήσεται.


( )
40,17 χάρις ὡς παράδεισος ἐν εὐλογίαις, καὶ ἐλεημοσύνη εἰς τὸν αἰῶνα διαμενεῖ. ( ) 40,18 Ζωὴ αὐτάρκους καὶ ἐργάτου γλυκανθήσεται, καὶ ὑπὲρ ἀμφότερα ὁ εὑρίσκων θησαυρόν. ( ) 40,19 τέκνα καὶ οἰκοδομὴ πόλεως στηρίζουσιν ὄνομα, καὶ ὑπὲρ ἀμφότερα γυνὴ ἄμωμος λογίζεται. ( ) 40,20 οἶνος καὶ μουσικὰ εὐφραίνουσιν καρδίαν, καὶ ὑπὲρ ἀμφότερα ἀγάπησις σοφίας. ( ) 40,21 αὐλὸς καὶ ψαλτήριον ἡδύνουσιν μέλη, καὶ ὑπὲρ ἀμφότερα γλῶσσα ἡδεῖα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: