Livre de Ben Sirac le Sage
39,29 πῦρ καὶ χάλαζα καὶ λιμὸς καὶ θάνατος, πάντα ταῦτα εἰς ἐκδίκησιν ἔκτισται· ( ) 39,30 θηρίων ὀδόντες καὶ σκορπίοι καὶ ἔχεις καὶ ῥομφαία ἐκδικοῦσα εἰς ὄλεθρον ἀσεβεῖς· ( ) 39,31 ἐν τῇ ἐντολῇ αὐτοῦ εὐφρανθήσονται καὶ ἐπὶ τῆς γῆς εἰς χρείας ἑτοιμασθήσονται καὶ ἐν καιροῖς αὐτῶν οὐ παραβήσονται λόγον. ( ) 39,32 Διὰ τοῦτο ἐξ ἀρχῆς ἐστηρίχθην καὶ διενοήθην καὶ ἐν γραφῇ ἀφῆκα ( ) 39,33 Τὰ ἔργα κυρίου πάντα ἀγαθὰ καὶ πᾶσαν χρείαν ἐν ὥρᾳ αὐτῆς χορηγήσει, ( )

39,34 καὶ οὐκ ἔστιν εἰπεῖν Τοῦτο τούτου πονηρότερον, πάντα γὰρ ἐν καιρῷ εὐδοκιμηθήσεται.


( )
39,35 καὶ νῦν ἐν πάσῃ καρδίᾳ καὶ στόματι ὑμνήσατε καὶ εὐλογήσατε τὸ ὄνομα κυρίου. ( ) 40,1 Ἀσχολία μεγάλη ἔκτισται παντὶ ἀνθρώπῳ καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς Αδαμ ἀφ ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτῶν ἕως ἡμέρας ἐπιστροφῆς εἰς μητέρα πάντων· ( ) 40,2 τοὺς διαλογισμοὺς αὐτῶν καὶ φόβον καρδίας, ἐπίνοια προσδοκίας, ἡμέρα τελευτῆς. ( ) 40,3 ἀπὸ καθημένου ἐπὶ θρόνου ἐνδόξου καὶ ἕως τεταπεινωμένου ἐν γῇ καὶ σποδῷ, ( ) 40,4 ἀπὸ φοροῦντος ὑακίνθινον καὶ στέφανον καὶ ἕως περιβαλλομένου ὠμόλινον θυμὸς καὶ ζῆλος καὶ ταραχὴ καὶ σάλος καὶ φόβος θανάτου καὶ μηνίαμα καὶ ἔρις. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: