Livre de Ben Sirac le Sage
39,19 ἔργα πάσης σαρκὸς ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστιν κρυβῆναι ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ· ( ) 39,20 ἀπὸ τοῦ αἰῶνος εἰς τὸν αἰῶνα ἐπέβλεψεν, καὶ οὐθέν ἐστιν θαυμάσιον ἐναντίον αὐτοῦ. ( ) 39,21 οὐκ ἔστιν εἰπεῖν Τί τοῦτο., εἰς τί τοῦτο., πάντα γὰρ εἰς χρείας αὐτῶν ἔκτισται. ( ) 39,22 Ἡ εὐλογία αὐτοῦ ὡς ποταμὸς ἐπεκάλυψεν καὶ ὡς κατακλυσμὸς ξηρὰν ἐμέθυσεν· ( ) 39,23 οὕτως ὀργὴν αὐτοῦ ἔθνη κληρονομήσει, ὡς μετέστρεψεν ὕδατα εἰς ἅλμην. ( )

39,24 αἱ ὁδοὶ αὐτοῦ τοῖς ὁσίοις εὐθεῖαι, οὕτως τοῖς ἀνόμοις προσκόμματα·


( )
39,25 ἀγαθὰ τοῖς ἀγαθοῖς ἔκτισται ἀπ ἀρχῆς, οὕτως τοῖς ἁμαρτωλοῖς κακά. ( ) 39,26 ἀρχὴ πάσης χρείας εἰς ζωὴν ἀνθρώπου, ὕδωρ καὶ πῦρ καὶ σίδηρος καὶ ἅλας καὶ σεμίδαλις πυροῦ καὶ γάλα καὶ μέλι, αἷμα σταφυλῆς καὶ ἔλαιον καὶ ἱμάτιον· ( ) 39,27 ταῦτα πάντα τοῖς εὐσεβέσιν εἰς ἀγαθά, οὕτως τοῖς ἁμαρτωλοῖς τραπήσεται εἰς κακά. ( ) 39,28 Ἔστιν πνεύματα, ἃ εἰς ἐκδίκησιν ἔκτισται καὶ ἐν θυμῷ αὐτοῦ ἐστερέωσεν μάστιγας αὐτῶν· ἐν καιρῷ συντελείας ἰσχὺν ἐκχεοῦσιν καὶ τὸν θυμὸν τοῦ ποιήσαντος αὐτοὺς κοπάσουσιν. ( ) 39,29 πῦρ καὶ χάλαζα καὶ λιμὸς καὶ θάνατος, πάντα ταῦτα εἰς ἐκδίκησιν ἔκτισται· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: