Livre de Ben Sirac le Sage
39,9 αἰνέσουσιν τὴν σύνεσιν αὐτοῦ πολλοί, καὶ ἕως τοῦ αἰῶνος οὐκ ἐξαλειφθήσεται· οὐκ ἀποστήσεται τὸ μνημόσυνον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς γενεὰς γενεῶν· ( ) 39,10 τὴν σοφίαν αὐτοῦ διηγήσονται ἔθνη, καὶ τὸν ἔπαινον αὐτοῦ ἐξαγγελεῖ ἐκκλησία· ( ) 39,11 ἐὰν ἐμμείνῃ, ὄνομα καταλείψει ἢ χίλιοι, καὶ ἐὰν ἀναπαύσηται, ἐκποιεῖ αὐτῷ. ( ) 39,12 Ἔτι διανοηθεὶς ἐκδιηγήσομαι καὶ ὡς διχομηνία ἐπληρώθην. ( ) 39,13 εἰσακούσατέ μου, υἱοὶ ὅσιοι, καὶ βλαστήσατε ὡς ῥόδον φυόμενον ἐπὶ ῥεύματος ὑγροῦ ( )

39,14 καὶ ὡς λίβανος εὐωδιάσατε ὀσμὴν καὶ ἀνθήσατε ἄνθος ὡς κρίνον. διάδοτε ὀσμὴν καὶ αἰνέσατε ᾆσμα, εὐλογήσατε κύριον ἐπὶ πᾶσιν τοῖς ἔργοις,


( )
39,15 δότε τῷ ὀνόματι αὐτοῦ μεγαλωσύνην καὶ ἐξομολογήσασθε ἐν αἰνέσει αὐτοῦ ἐν ᾠδαῖς χειλέων καὶ ἐν κινύραις καὶ οὕτως ἐρεῖτε ἐν ἐξομολογήσει ( ) 39,16 Τὰ ἔργα κυρίου πάντα ὅτι καλὰ σφόδρα, καὶ πᾶν πρόσταγμα ἐν καιρῷ αὐτοῦ ἔσται· οὐκ ἔστιν εἰπεῖν Τί τοῦτο., εἰς τί τοῦτο., πάντα γὰρ ἐν καιρῷ αὐτοῦ ζητηθήσεται. ( ) 39,17 ἐν λόγῳ αὐτοῦ ἔστη ὡς θιμωνιὰ ὕδωρ καὶ ἐν ῥήματι στόματος αὐτοῦ ἀποδοχεῖα ὑδάτων. ( ) 39,18 ἐν προστάγματι αὐτοῦ πᾶσα ἡ εὐδοκία, καὶ οὐκ ἔστιν ὃς ἐλαττώσει τὸ σωτήριον αὐτοῦ. ( ) 39,19 ἔργα πάσης σαρκὸς ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστιν κρυβῆναι ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: