Livre de Ben Sirac le Sage
38,5 οὐκ ἀπὸ ξύλου ἐγλυκάνθη ὕδωρ εἰς τὸ γνωσθῆναι τὴν ἰσχὺν αὐτοῦ., ( ) 38,6 καὶ αὐτὸς ἔδωκεν ἀνθρώποις ἐπιστήμην ἐνδοξάζεσθαι ἐν τοῖς θαυμασίοις αὐτοῦ· ( ) 38,7 ἐν αὐτοῖς ἐθεράπευσεν καὶ ἦρεν τὸν πόνον αὐτοῦ, μυρεψὸς ἐν τούτοις ποιήσει μεῖγμα, ( ) 38,8 καὶ οὐ μὴ συντελεσθῇ ἔργα αὐτοῦ, καὶ εἰρήνη παρ αὐτοῦ ἐστιν ἐπὶ προσώπου τῆς γῆς. ( ) 38,9 Τέκνον, ἐν ἀρρωστήματί σου μὴ παράβλεπε, ἀλλ εὖξαι κυρίῳ, καὶ αὐτὸς ἰάσεταί σε· ( )

38,10 ἀπόστησον πλημμέλειαν καὶ εὔθυνον χεῖρας καὶ ἀπὸ πάσης ἁμαρτίας καθάρισον καρδίαν·


( )
38,11 δὸς εὐωδίαν καὶ μνημόσυνον σεμιδάλεως καὶ λίπανον προσφορὰν ὡς μὴ ὑπάρχων. ( ) 38,12 καὶ ἰατρῷ δὸς τόπον, καὶ γὰρ αὐτὸν ἔκτισεν κύριος, καὶ μὴ ἀποστήτω σου, καὶ γὰρ αὐτοῦ χρεία. ( ) 38,13 ἔστιν καιρὸς ὅτε καὶ ἐν χερσὶν αὐτῶν εὐοδία· ( ) 38,14 καὶ γὰρ αὐτοὶ κυρίου δεηθήσονται, ἵνα εὐοδώσῃ αὐτοῖς ἀνάπαυσιν καὶ ἴασιν χάριν ἐμβιώσεως. ( ) 38,15 ὁ ἁμαρτάνων ἔναντι τοῦ ποιήσαντος αὐτὸν ἐμπέσοι εἰς χεῖρας ἰατροῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: