Livre de Ben Sirac le Sage
37,23 ἀνὴρ σοφὸς τὸν ἑαυτοῦ λαὸν παιδεύσει, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ πιστοί. ( ) 37,24 ἀνὴρ σοφὸς πλησθήσεται εὐλογίας, καὶ μακαριοῦσιν αὐτὸν πάντες οἱ ὁρῶντες. ( ) 37,25 ζωὴ ἀνδρὸς ἐν ἀριθμῷ ἡμερῶν, καὶ αἱ ἡμέραι τοῦ Ισραηλ ἀναρίθμητοι. ( ) 37,26 ὁ σοφὸς ἐν τῷ λαῷ αὐτοῦ κληρονομήσει πίστιν, καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς τὸν αἰῶνα. ( ) 37,27 Τέκνον, ἐν ζωῇ σου πείρασον τὴν ψυχήν σου καὶ ἰδὲ τί πονηρὸν αὐτῇ καὶ μὴ δῷς αὐτῇ· ( )

37,28 οὐ γὰρ πάντα πᾶσιν συμφέρει, καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκεῖ.


( )
37,29 μὴ ἀπληστεύου ἐν πάσῃ τρυφῇ καὶ μὴ ἐκχυθῇς ἐπὶ ἐδεσμάτων· ( ) 37,30 ἐν πολλοῖς γὰρ βρώμασιν ἔσται νόσος, καὶ ἡ ἀπληστία ἐγγιεῖ ἕως χολέρας· ( ) 37,31 δι ἀπληστίαν πολλοὶ ἐτελεύτησαν, ὁ δὲ προσέχων προσθήσει ζωήν. ( ) 38,1 Τίμα ἰατρὸν πρὸς τὰς χρείας αὐτοῦ τιμαῖς αὐτοῦ, καὶ γὰρ αὐτὸν ἔκτισεν κύριος· ( ) 38,2 παρὰ γὰρ ὑψίστου ἐστὶν ἴασις, καὶ παρὰ βασιλέως λήμψεται δόμα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: