Livre de Ben Sirac le Sage
37,19 ἔστιν ἀνὴρ πανοῦργος πολλῶν παιδευτής, καὶ τῇ ἰδίᾳ ψυχῇ ἐστιν ἄχρηστος. ( ) 37,20 ἔστιν σοφιζόμενος ἐν λόγοις μισητός, οὗτος πάσης τροφῆς καθυστερήσει· ( ) 37,21 οὐ γὰρ ἐδόθη αὐτῷ παρὰ κυρίου χάρις, ὅτι πάσης σοφίας ἐστερήθη. ( ) 37,22 ἔστιν σοφὸς τῇ ἰδίᾳ ψυχῇ, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ ἐπὶ στόματος πιστοί. ( ) 37,23 ἀνὴρ σοφὸς τὸν ἑαυτοῦ λαὸν παιδεύσει, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ πιστοί. ( )

37,24 ἀνὴρ σοφὸς πλησθήσεται εὐλογίας, καὶ μακαριοῦσιν αὐτὸν πάντες οἱ ὁρῶντες.


( )
37,25 ζωὴ ἀνδρὸς ἐν ἀριθμῷ ἡμερῶν, καὶ αἱ ἡμέραι τοῦ Ισραηλ ἀναρίθμητοι. ( ) 37,26 ὁ σοφὸς ἐν τῷ λαῷ αὐτοῦ κληρονομήσει πίστιν, καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς τὸν αἰῶνα. ( ) 37,27 Τέκνον, ἐν ζωῇ σου πείρασον τὴν ψυχήν σου καὶ ἰδὲ τί πονηρὸν αὐτῇ καὶ μὴ δῷς αὐτῇ· ( ) 37,28 οὐ γὰρ πάντα πᾶσιν συμφέρει, καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκεῖ. ( ) 37,29 μὴ ἀπληστεύου ἐν πάσῃ τρυφῇ καὶ μὴ ἐκχυθῇς ἐπὶ ἐδεσμάτων· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: