Livre de Ben Sirac le Sage
37,14 ψυχὴ γὰρ ἀνδρὸς ἀπαγγέλλειν ἐνίοτε εἴωθεν ἢ ἑπτὰ σκοποὶ ἐπὶ μετεώρου καθήμενοι ἐπὶ σκοπῆς. ( ) 37,15 καὶ ἐπὶ πᾶσι τούτοις δεήθητι ὑψίστου, ἵνα εὐθύνῃ ἐν ἀληθείᾳ τὴν ὁδόν σου. ( ) 37,16 Ἀρχὴ παντὸς ἔργου λόγος, καὶ πρὸ πάσης πράξεως βουλή. ( ) 37,17 ἴχνος ἀλλοιώσεως καρδίας τέσσαρα μέρη ἀνατέλλει, ( ) 37,18 ἀγαθὸν καὶ κακόν, ζωὴ καὶ θάνατος, καὶ ἡ κυριεύουσα ἐνδελεχῶς αὐτῶν γλῶσσά ἐστιν. ( )

37,19 ἔστιν ἀνὴρ πανοῦργος πολλῶν παιδευτής, καὶ τῇ ἰδίᾳ ψυχῇ ἐστιν ἄχρηστος.


( )
37,20 ἔστιν σοφιζόμενος ἐν λόγοις μισητός, οὗτος πάσης τροφῆς καθυστερήσει· ( ) 37,21 οὐ γὰρ ἐδόθη αὐτῷ παρὰ κυρίου χάρις, ὅτι πάσης σοφίας ἐστερήθη. ( ) 37,22 ἔστιν σοφὸς τῇ ἰδίᾳ ψυχῇ, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ ἐπὶ στόματος πιστοί. ( ) 37,23 ἀνὴρ σοφὸς τὸν ἑαυτοῦ λαὸν παιδεύσει, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ πιστοί. ( ) 37,24 ἀνὴρ σοφὸς πλησθήσεται εὐλογίας, καὶ μακαριοῦσιν αὐτὸν πάντες οἱ ὁρῶντες. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: