Livre de Ben Sirac le Sage
37,1 Πᾶς φίλος ἐρεῖ Ἐφιλίασα κἀγώ· ἀλλ ἔστιν φίλος ὀνόματι μόνον φίλος. ( ) 37,2 οὐχὶ λύπη ἔνι ἕως θανάτου ἑταῖρος καὶ φίλος τρεπόμενος εἰς ἔχθραν., ( ) 37,3 ὦ πονηρὸν ἐνθύμημα, πόθεν ἐνεκυλίσθης καλύψαι τὴν ξηρὰν ἐν δολιότητι., ( ) 37,4 ἑταῖρος φίλου ἐν εὐφροσύνῃ ἥδεται καὶ ἐν καιρῷ θλίψεως ἔσται ἀπέναντι· ( ) 37,5 ἑταῖρος φίλῳ συμπονεῖ χάριν γαστρός, ἔναντι πολέμου λήμψεται ἀσπίδα. ( )

37,6 μὴ ἐπιλάθῃ φίλου ἐν τῇ ψυχῇ σου καὶ μὴ ἀμνημονήσῃς αὐτοῦ ἐν χρήμασίν σου.


( )
37,7 Πᾶς σύμβουλος ἐξαίρει βουλήν, ἀλλ ἔστιν συμβουλεύων εἰς ἑαυτόν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: