Livre de Ben Sirac le Sage
36,17 καὶ γνώσονται πάντες οἱ ἐπὶ τῆς γῆς ὅτι κύριος εἶ ὁ θεὸς τῶν αἰώνων. ( ) 36,18 Πᾶν βρῶμα φάγεται κοιλία, ἔστιν δὲ βρῶμα βρώματος κάλλιον. ( ) 36,19 φάρυγξ γεύεται βρώματα θήρας, οὕτως καρδία συνετὴ λόγους ψευδεῖς. ( ) 36,20 καρδία στρεβλὴ δώσει λύπην, καὶ ἄνθρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ. ( ) 36,21 πάντα ἄρρενα ἐπιδέξεται γυνή, ἔστιν δὲ θυγάτηρ θυγατρὸς κρείσσων. ( )

36,22 κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει·


( )
36,23 εἰ ἔστιν ἐπὶ γλώσσης αὐτῆς ἔλεος καὶ πραύτης, οὐκ ἔστιν ὁ ἀνὴρ αὐτῆς καθ υἱοὺς ἀνθρώπων. ( ) 36,24 ὁ κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως, βοηθὸν κατ αὐτὸν καὶ στῦλον ἀναπαύσεως. ( ) 36,25 οὗ οὐκ ἔστιν φραγμός, διαρπαγήσεται κτῆμα· καὶ οὗ οὐκ ἔστιν γυνή, στενάξει πλανώμενος. ( ) 36,26 τίς γὰρ πιστεύσει εὐζώνῳ λῃστῇ ἀφαλλομένῳ ἐκ πόλεως εἰς πόλιν., ( ) 36,27 οὕτως ἀνθρώπῳ μὴ ἔχοντι νοσσιὰν καὶ καταλύοντι οὗ ἐὰν ὀψίσῃ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: