Livre de Ben Sirac le Sage
36,11 ἐλέησον λαόν, κύριε, κεκλημένον ἐπ ὀνόματί σου καὶ Ισραηλ, ὃν πρωτογόνῳ ὡμοίωσας. ( ) 36,12 οἰκτίρησον πόλιν ἁγιάσματός σου, Ιερουσαλημ τόπον καταπαύματός σου· ( ) 36,13 πλῆσον Σιων ἀρεταλογίας σου καὶ ἀπὸ τῆς δόξης σου τὸν λαόν σου. ( ) 36,14 δὸς μαρτύριον τοῖς ἐν ἀρχῇ κτίσμασίν σου καὶ ἔγειρον προφητείας τὰς ἐπ ὀνόματί σου· ( ) 36,15 δὸς μισθὸν τοῖς ὑπομένουσίν σε, καὶ οἱ προφῆταί σου ἐμπιστευθήτωσαν. ( )

36,16 εἰσάκουσον, κύριε, δεήσεως τῶν ἱκετῶν σου κατὰ τὴν εὐλογίαν Ααρων περὶ τοῦ λαοῦ σου,


( )
36,17 καὶ γνώσονται πάντες οἱ ἐπὶ τῆς γῆς ὅτι κύριος εἶ ὁ θεὸς τῶν αἰώνων. ( ) 36,18 Πᾶν βρῶμα φάγεται κοιλία, ἔστιν δὲ βρῶμα βρώματος κάλλιον. ( ) 36,19 φάρυγξ γεύεται βρώματα θήρας, οὕτως καρδία συνετὴ λόγους ψευδεῖς. ( ) 36,20 καρδία στρεβλὴ δώσει λύπην, καὶ ἄνθρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ. ( ) 36,21 πάντα ἄρρενα ἐπιδέξεται γυνή, ἔστιν δὲ θυγάτηρ θυγατρὸς κρείσσων. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: