Livre de Ben Sirac le Sage
35,16 θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται, καὶ ἡ δέησις αὐτοῦ ἕως νεφελῶν συνάψει· ( ) 35,17 προσευχὴ ταπεινοῦ νεφέλας διῆλθεν, καὶ ἕως συνεγγίσῃ, οὐ μὴ παρακληθῇ· ( ) 35,18 καὶ οὐ μὴ ἀποστῇ, ἕως ἐπισκέψηται ὁ ὕψιστος καὶ κρινεῖ δικαίοις καὶ ποιήσει κρίσιν. ( ) 35,19 καὶ ὁ κύριος οὐ μὴ βραδύνῃ οὐδὲ μὴ μακροθυμήσῃ ἐπ αὐτοῖς, ( ) 35,20 ἕως ἂν συντρίψῃ ὀσφὺν ἀνελεημόνων καὶ τοῖς ἔθνεσιν ἀνταποδώσει ἐκδίκησιν, ( )

35,21 ἕως ἐξάρῃ πλῆθος ὑβριστῶν καὶ σκῆπτρα ἀδίκων συντρίψει,


( )
35,22 ἕως ἀνταποδῷ ἀνθρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ καὶ τὰ ἔργα τῶν ἀνθρώπων κατὰ τὰ ἐνθυμήματα αὐτῶν, ( ) 35,23 ἕως κρίνῃ τὴν κρίσιν τοῦ λαοῦ αὐτοῦ καὶ εὐφρανεῖ αὐτοὺς ἐν τῷ ἐλέει αὐτοῦ. ( ) 35,24 ὡραῖον ἔλεος ἐν καιρῷ θλίψεως αὐτοῦ ὡς νεφέλαι ὑετοῦ ἐν καιρῷ ἀβροχίας. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: