Livre de Ben Sirac le Sage
35,3 εὐδοκία κυρίου ἀποστῆναι ἀπὸ πονηρίας, καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἀδικίας. ( ) 35,4 μὴ ὀφθῇς ἐν προσώπῳ κυρίου κενός· πάντα γὰρ ταῦτα χάριν ἐντολῆς. ( ) 35,5 προσφορὰ δικαίου λιπαίνει θυσιαστήριον, καὶ ἡ εὐωδία αὐτῆς ἔναντι ὑψίστου. ( ) 35,6 θυσία ἀνδρὸς δικαίου δεκτή, καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησθήσεται. ( ) 35,7 ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν κύριον καὶ μὴ σμικρύνῃς ἀπαρχὴν χειρῶν σου. ( )

35,8 ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου καὶ ἐν εὐφροσύνῃ ἁγίασον δεκάτην.


( )
35,9 δὸς ὑψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ καὶ ἐν ἀγαθῷ ὀφθαλμῷ καθ εὕρεμα χειρός· ( ) 35,10 ὅτι κύριος ἀνταποδιδούς ἐστιν καὶ ἑπταπλάσια ἀνταποδώσει σοι. ( ) 35,11 Μὴ δωροκόπει, οὐ γὰρ προσδέξεται, καὶ μὴ ἔπεχε θυσίᾳ ἀδίκῳ· ( ) 35,12 ὅτι κύριος κριτής ἐστιν, καὶ οὐκ ἔστιν παρ αὐτῷ δόξα προσώπου. ( ) 35,13 οὐ λήμψεται πρόσωπον ἐπὶ πτωχοῦ καὶ δέησιν ἠδικημένου εἰσακούσεται· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: