Livre de Ben Sirac le Sage
34,4 ἀπὸ ἀκαθάρτου τί καθαρισθήσεται., καὶ ἀπὸ ψευδοῦς τί ἀληθεύσει., ( ) 34,5 μαντεῖαι καὶ οἰωνισμοὶ καὶ ἐνύπνια μάταιά ἐστιν, καὶ ὡς ὠδινούσης φαντάζεται καρδία· ( ) 34,6 ἐὰν μὴ παρὰ ὑψίστου ἀποσταλῇ ἐν ἐπισκοπῇ, μὴ δῷς εἰς αὐτὰ τὴν καρδίαν σου· ( ) 34,7 πολλοὺς γὰρ ἐπλάνησεν τὰ ἐνύπνια, καὶ ἐξέπεσον ἐλπίζοντες ἐπ αὐτοῖς. ( ) 34,8 ἄνευ ψεύδους συντελεσθήσεται νόμος, καὶ σοφία στόματι πιστῷ τελείωσις. ( )

34,9 Ἀνὴρ πεπλανημένος ἔγνω πολλά, καὶ ὁ πολύπειρος ἐκδιηγήσεται σύνεσιν·


20053 Bible des Peuples sur titre chapitre 2023-11-11: Les voyages

( )
34,10 ὃς οὐκ ἐπειράθη, ὀλίγα οἶδεν, ὁ δὲ πεπλανημένος πληθυνεῖ πανουργίαν. ( ) 34,11 πολλὰ ἑώρακα ἐν τῇ ἀποπλανήσει μου, καὶ πλείονα τῶν λόγων μου σύνεσίς μου· ( ) 34,12 πλεονάκις ἕως θανάτου ἐκινδύνευσα καὶ διεσώθην τούτων χάριν. ( ) 34,13 πνεῦμα φοβουμένων κύριον ζήσεται· ἡ γὰρ ἐλπὶς αὐτῶν ἐπὶ τὸν σῴζοντα αὐτούς. ( ) 34,14 ὁ φοβούμενος κύριον οὐδὲν εὐλαβηθήσεται καὶ οὐ μὴ δειλιάσῃ, ὅτι αὐτὸς ἐλπὶς αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: