Livre de Ben Sirac le Sage
33,30 καὶ μὴ περισσεύσῃς ἐπὶ πάσῃ σαρκὶ καὶ ἄνευ κρίσεως μὴ ποιήσῃς μηδέν. ( ) 33,31 Εἰ ἔστιν σοι οἰκέτης, ἔστω ὡς σύ, ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν· ( Ex 21,5 , ) 33,32 εἰ ἔστιν σοι οἰκέτης, ἄγε αὐτὸν ὡς ἀδελφόν, ὅτι ὡς ἡ ψυχή σου ἐπιδεήσεις αὐτῷ· ( ) 33,33 ἐὰν κακώσῃς αὐτὸν καὶ ἀπάρας ἀποδρᾷ, ἐν ποίᾳ ὁδῷ ζητήσεις αὐτόν., ( ) 34,1 Κεναὶ ἐλπίδες καὶ ψευδεῖς ἀσυνέτῳ ἀνδρί, καὶ ἐνύπνια ἀναπτεροῦσιν ἄφρονας. ( )

34,2 ὡς δρασσόμενος σκιᾶς καὶ διώκων ἄνεμον οὕτως ὁ ἐπέχων ἐνυπνίοις·


( )
34,3 τοῦτο κατὰ τούτου ὅρασις ἐνυπνίων, κατέναντι προσώπου ὁμοίωμα προσώπου. ( ) 34,4 ἀπὸ ἀκαθάρτου τί καθαρισθήσεται., καὶ ἀπὸ ψευδοῦς τί ἀληθεύσει., ( ) 34,5 μαντεῖαι καὶ οἰωνισμοὶ καὶ ἐνύπνια μάταιά ἐστιν, καὶ ὡς ὠδινούσης φαντάζεται καρδία· ( ) 34,6 ἐὰν μὴ παρὰ ὑψίστου ἀποσταλῇ ἐν ἐπισκοπῇ, μὴ δῷς εἰς αὐτὰ τὴν καρδίαν σου· ( ) 34,7 πολλοὺς γὰρ ἐπλάνησεν τὰ ἐνύπνια, καὶ ἐξέπεσον ἐλπίζοντες ἐπ αὐτοῖς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: