Livre de Ben Sirac le Sage
33,27 ζυγὸς καὶ ἱμὰς τράχηλον κάμψουσιν, καὶ οἰκέτῃ κακούργῳ στρέβλαι καὶ βάσανοι· ( ) 33,28 ἔμβαλε αὐτὸν εἰς ἐργασίαν, ἵνα μὴ ἀργῇ, πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία· ( ) 33,29 εἰς ἔργα κατάστησον, καθὼς πρέπει αὐτῷ, κἂν μὴ πειθαρχῇ, βάρυνον τὰς πέδας αὐτοῦ. ( ) 33,30 καὶ μὴ περισσεύσῃς ἐπὶ πάσῃ σαρκὶ καὶ ἄνευ κρίσεως μὴ ποιήσῃς μηδέν. ( ) 33,31 Εἰ ἔστιν σοι οἰκέτης, ἔστω ὡς σύ, ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν· ( Ex 21,5 , )

33,32 εἰ ἔστιν σοι οἰκέτης, ἄγε αὐτὸν ὡς ἀδελφόν, ὅτι ὡς ἡ ψυχή σου ἐπιδεήσεις αὐτῷ·


( )
33,33 ἐὰν κακώσῃς αὐτὸν καὶ ἀπάρας ἀποδρᾷ, ἐν ποίᾳ ὁδῷ ζητήσεις αὐτόν., ( ) 34,1 Κεναὶ ἐλπίδες καὶ ψευδεῖς ἀσυνέτῳ ἀνδρί, καὶ ἐνύπνια ἀναπτεροῦσιν ἄφρονας. ( ) 34,2 ὡς δρασσόμενος σκιᾶς καὶ διώκων ἄνεμον οὕτως ὁ ἐπέχων ἐνυπνίοις· ( ) 34,3 τοῦτο κατὰ τούτου ὅρασις ἐνυπνίων, κατέναντι προσώπου ὁμοίωμα προσώπου. ( ) 34,4 ἀπὸ ἀκαθάρτου τί καθαρισθήσεται., καὶ ἀπὸ ψευδοῦς τί ἀληθεύσει., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: