Livre de Ben Sirac le Sage
32,19 ἄνευ βουλῆς μηθὲν ποιήσῃς καὶ ἐν τῷ ποιῆσαί σε μὴ μεταμελοῦ. ( ) 32,20 ἐν ὁδῷ ἀντιπτώματος μὴ πορεύου καὶ μὴ προσκόψῃς ἐν λιθώδεσιν. ( ) 32,21 μὴ πιστεύσῃς ἐν ὁδῷ ἀπροσκόπῳ ( ) 32,22 καὶ ἀπὸ τῶν τέκνων σου φύλαξαι. ( ) 32,23 ἐν παντὶ ἔργῳ πίστευε τῇ ψυχῇ σου· καὶ γὰρ τοῦτό ἐστιν τήρησις ἐντολῶν. ( )

32,24 ὁ πιστεύων νόμῳ προσέχει ἐντολαῖς, καὶ ὁ πεποιθὼς κυρίῳ οὐκ ἐλαττωθήσεται.


( )
33,1 Τῷ φοβουμένῳ κύριον οὐκ ἀπαντήσει κακόν, ἀλλ ἐν πειρασμῷ καὶ πάλιν ἐξελεῖται. ( ) 33,2 ἀνὴρ σοφὸς οὐ μισήσει νόμον, ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ ὡς ἐν καταιγίδι πλοῖον. ( ) 33,3 ἄνθρωπος συνετὸς ἐμπιστεύσει νόμῳ, καὶ ὁ νόμος αὐτῷ πιστὸς ὡς ἐρώτημα δήλων. ( ) 33,4 ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσθήσῃ, σύνδησον παιδείαν καὶ ἀποκρίθητι. ( ) 33,5 τροχὸς ἁμάξης σπλάγχνα μωροῦ, καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: