Livre de Ben Sirac le Sage
32,14 Ὁ φοβούμενος κύριον ἐκδέξεται παιδείαν, καὶ οἱ ὀρθρίζοντες εὑρήσουσιν εὐδοκίαν. ( ) 32,15 ὁ ζητῶν νόμον ἐμπλησθήσεται αὐτοῦ, καὶ ὁ ὑποκρινόμενος σκανδαλισθήσεται ἐν αὐτῷ. ( ) 32,16 οἱ φοβούμενοι κύριον εὑρήσουσιν κρίμα καὶ δικαιώματα ὡς φῶς ἐξάψουσιν. ( ) 32,17 ἄνθρωπος ἁμαρτωλὸς ἐκκλινεῖ ἐλεγμὸν καὶ κατὰ τὸ θέλημα αὐτοῦ εὑρήσει σύγκριμα. ( ) 32,18 Ἀνὴρ βουλῆς οὐ μὴ παρίδῃ διανόημα, ἀλλότριος καὶ ὑπερήφανος οὐ καταπτήξει φόβον. ( )

32,19 ἄνευ βουλῆς μηθὲν ποιήσῃς καὶ ἐν τῷ ποιῆσαί σε μὴ μεταμελοῦ.


( )
32,20 ἐν ὁδῷ ἀντιπτώματος μὴ πορεύου καὶ μὴ προσκόψῃς ἐν λιθώδεσιν. ( ) 32,21 μὴ πιστεύσῃς ἐν ὁδῷ ἀπροσκόπῳ ( ) 32,22 καὶ ἀπὸ τῶν τέκνων σου φύλαξαι. ( ) 32,23 ἐν παντὶ ἔργῳ πίστευε τῇ ψυχῇ σου· καὶ γὰρ τοῦτό ἐστιν τήρησις ἐντολῶν. ( ) 32,24 ὁ πιστεύων νόμῳ προσέχει ἐντολαῖς, καὶ ὁ πεποιθὼς κυρίῳ οὐκ ἐλαττωθήσεται. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: