Livre de Ben Sirac le Sage
31,22 ἄκουσόν μου, τέκνον, καὶ μὴ ἐξουδενήσῃς με, καὶ ἐπ ἐσχάτων εὑρήσεις τοὺς λόγους μου· ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ἐντρεχής, καὶ πᾶν ἀρρώστημα οὐ μή σοι ἀπαντήσῃ. ( ) 31,23 λαμπρὸν ἐπ ἄρτοις εὐλογήσει χείλη, καὶ ἡ μαρτυρία τῆς καλλονῆς αὐτοῦ πιστή. ( ) 31,24 πονηρῷ ἐπ ἄρτῳ διαγογγύσει πόλις, καὶ ἡ μαρτυρία τῆς πονηρίας αὐτοῦ ἀκριβής. ( ) 31,25 Ἐν οἴνῳ μὴ ἀνδρίζου· πολλοὺς γὰρ ἀπώλεσεν ὁ οἶνος. ( ) 31,26 κάμινος δοκιμάζει στόμωμα ἐν βαφῇ, οὕτως οἶνος καρδίας ἐν μάχῃ ὑπερηφάνων. ( )

31,27 ἔφισον ζωῆς οἶνος ἀνθρώποις, ἐὰν πίνῃς αὐτὸν ἐν μέτρῳ αὐτοῦ. τίς ζωὴ ἐλασσουμένῳ οἴνῳ., καὶ αὐτὸς ἔκτισται εἰς εὐφροσύνην ἀνθρώποις.


( )
31,28 ἀγαλλίαμα καρδίας καὶ εὐφροσύνη ψυχῆς οἶνος πινόμενος ἐν καιρῷ αὐτάρκης· ( ) 31,29 πικρία ψυχῆς οἶνος πινόμενος πολὺς ἐν ἐρεθισμῷ καὶ ἀντιπτώματι. ( ) 31,30 πληθύνει μέθη θυμὸν ἄφρονος εἰς πρόσκομμα ἐλαττῶν ἰσχὺν καὶ προσποιῶν τραύματα. ( ) 31,31 ἐν συμποσίῳ οἴνου μὴ ἐλέγξῃς τὸν πλησίον καὶ μὴ ἐξουθενήσῃς αὐτὸν ἐν εὐφροσύνῃ αὐτοῦ· λόγον ὀνειδισμοῦ μὴ εἴπῃς αὐτῷ καὶ μὴ αὐτὸν θλίψῃς ἐν ἀπαιτήσει. ( ) 32,1 Ἡγούμενόν σε κατέστησαν., μὴ ἐπαίρου· γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν, φρόντισον αὐτῶν καὶ οὕτω κάθισον· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: