Livre de Ben Sirac le Sage
31,13 μνήσθητι ὅτι κακὸν ὀφθαλμὸς πονηρός. πονηρότερον ὀφθαλμοῦ τί ἔκτισται., διὰ τοῦτο ἀπὸ παντὸς προσώπου δακρύει. ( ) 31,14 οὗ ἐὰν ἐπιβλέψῃ, μὴ ἐκτείνῃς χεῖρα καὶ μὴ συνθλίβου αὐτῷ ἐν τρυβλίῳ. ( ) 31,15 νόει τὰ τοῦ πλησίον ἐκ σεαυτοῦ καὶ ἐπὶ παντὶ πράγματι διανοοῦ. ( ) 31,16 φάγε ὡς ἄνθρωπος τὰ παρακείμενά σοι καὶ μὴ διαμασῶ, μὴ μισηθῇς. ( ) 31,17 παῦσαι πρῶτος χάριν παιδείας καὶ μὴ ἀπληστεύου, μήποτε προσκόψῃς· ( )

31,18 καὶ εἰ ἀνὰ μέσον πλειόνων ἐκάθισας, πρότερος αὐτῶν μὴ ἐκτείνῃς τὴν χεῖρά σου.


( )
31,19 Ὡς ἱκανὸν ἀνθρώπῳ πεπαιδευμένῳ τὸ ὀλίγον, καὶ ἐπὶ τῆς κοίτης αὐτοῦ οὐκ ἀσθμαίνει. ( ) 31,20 ὕπνος ὑγιείας ἐπὶ ἐντέρῳ μετρίῳ· ἀνέστη πρωί, καὶ ἡ ψυχὴ αὐτοῦ μετ αὐτοῦ. πόνος ἀγρυπνίας καὶ χολέρας καὶ στρόφος μετὰ ἀνδρὸς ἀπλήστου· ( ) 31,21 καὶ εἰ ἐβιάσθης ἐν ἐδέσμασιν, ἀνάστα ἔμεσον πόρρω, καὶ ἀναπαύσῃ. ( ) 31,22 ἄκουσόν μου, τέκνον, καὶ μὴ ἐξουδενήσῃς με, καὶ ἐπ ἐσχάτων εὑρήσεις τοὺς λόγους μου· ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ἐντρεχής, καὶ πᾶν ἀρρώστημα οὐ μή σοι ἀπαντήσῃ. ( ) 31,23 λαμπρὸν ἐπ ἄρτοις εὐλογήσει χείλη, καὶ ἡ μαρτυρία τῆς καλλονῆς αὐτοῦ πιστή. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: