Livre de Ben Sirac le Sage
31,8 μακάριος πλούσιος, ὃς εὑρέθη ἄμωμος καὶ ὃς ὀπίσω χρυσίου οὐκ ἐπορεύθη· ( ) 31,9 τίς ἐστιν., καὶ μακαριοῦμεν αὐτόν· ἐποίησεν γὰρ θαυμάσια ἐν λαῷ αὐτοῦ. ( ) 31,10 τίς ἐδοκιμάσθη ἐν αὐτῷ καὶ ἐτελειώθη., καὶ ἔσται αὐτῷ εἰς καύχησιν. τίς ἐδύνατο παραβῆναι καὶ οὐ παρέβη, καὶ ποιῆσαι κακὰ καὶ οὐκ ἐποίησεν., ( ) 31,11 στερεωθήσεται τὰ ἀγαθὰ αὐτοῦ, καὶ τὰς ἐλεημοσύνας αὐτοῦ ἐκδιηγήσεται ἐκκλησία. ( ) 31,12 Ἐπὶ τραπέζης μεγάλης ἐκάθισας., μὴ ἀνοίξῃς ἐπ αὐτῆς φάρυγγά σου καὶ μὴ εἴπῃς Πολλά γε τὰ ἐπ αὐτῆς· ( )

31,13 μνήσθητι ὅτι κακὸν ὀφθαλμὸς πονηρός. πονηρότερον ὀφθαλμοῦ τί ἔκτισται., διὰ τοῦτο ἀπὸ παντὸς προσώπου δακρύει.


( )
31,14 οὗ ἐὰν ἐπιβλέψῃ, μὴ ἐκτείνῃς χεῖρα καὶ μὴ συνθλίβου αὐτῷ ἐν τρυβλίῳ. ( ) 31,15 νόει τὰ τοῦ πλησίον ἐκ σεαυτοῦ καὶ ἐπὶ παντὶ πράγματι διανοοῦ. ( ) 31,16 φάγε ὡς ἄνθρωπος τὰ παρακείμενά σοι καὶ μὴ διαμασῶ, μὴ μισηθῇς. ( ) 31,17 παῦσαι πρῶτος χάριν παιδείας καὶ μὴ ἀπληστεύου, μήποτε προσκόψῃς· ( ) 31,18 καὶ εἰ ἀνὰ μέσον πλειόνων ἐκάθισας, πρότερος αὐτῶν μὴ ἐκτείνῃς τὴν χεῖρά σου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: