Livre de Ben Sirac le Sage
31,1 Ἀγρυπνία πλούτου ἐκτήκει σάρκας, καὶ ἡ μέριμνα αὐτοῦ ἀφιστᾷ ὕπνον. ( ) 31,2 μέριμνα ἀγρυπνίας ἀποστήσει νυσταγμόν, καὶ ἀρρώστημα βαρὺ ἐκνήψει ὕπνον. ( ) 31,3 ἐκοπίασεν πλούσιος ἐν συναγωγῇ χρημάτων καὶ ἐν τῇ ἀναπαύσει ἐμπίμπλαται τῶν τρυφημάτων αὐτοῦ. ( ) 31,4 ἐκοπίασεν πτωχὸς ἐν ἐλαττώσει βίου καὶ ἐν τῇ ἀναπαύσει ἐπιδεὴς γίνεται. ( ) 31,5 Ὁ ἀγαπῶν χρυσίον οὐ δικαιωθήσεται, καὶ ὁ διώκων διάφορα ἐν αὐτοῖς πλανηθήσεται. ( )

31,6 πολλοὶ ἐδόθησαν εἰς πτῶμα χάριν χρυσίου, καὶ ἐγενήθη ἡ ἀπώλεια αὐτῶν κατὰ πρόσωπον αὐτῶν.


( )
31,7 ξύλον προσκόμματός ἐστιν τοῖς ἐνθουσιάζουσιν αὐτῷ, καὶ πᾶς ἄφρων ἁλώσεται ἐν αὐτῷ. ( ) 31,8 μακάριος πλούσιος, ὃς εὑρέθη ἄμωμος καὶ ὃς ὀπίσω χρυσίου οὐκ ἐπορεύθη· ( ) 31,9 τίς ἐστιν., καὶ μακαριοῦμεν αὐτόν· ἐποίησεν γὰρ θαυμάσια ἐν λαῷ αὐτοῦ. ( ) 31,10 τίς ἐδοκιμάσθη ἐν αὐτῷ καὶ ἐτελειώθη., καὶ ἔσται αὐτῷ εἰς καύχησιν. τίς ἐδύνατο παραβῆναι καὶ οὐ παρέβη, καὶ ποιῆσαι κακὰ καὶ οὐκ ἐποίησεν., ( ) 31,11 στερεωθήσεται τὰ ἀγαθὰ αὐτοῦ, καὶ τὰς ἐλεημοσύνας αὐτοῦ ἐκδιηγήσεται ἐκκλησία. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: