Livre de Ben Sirac le Sage
30,6 ἐναντίον ἐχθρῶν κατέλιπεν ἔκδικον καὶ τοῖς φίλοις ἀνταποδιδόντα χάριν. ( ) 30,7 περιψύχων υἱὸν καταδεσμεύσει τραύματα αὐτοῦ, καὶ ἐπὶ πάσῃ βοῇ ταραχθήσεται σπλάγχνα αὐτοῦ. ( ) 30,8 ἵππος ἀδάμαστος ἐκβαίνει σκληρός, καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής. ( ) 30,9 τιθήνησον τέκνον, καὶ ἐκθαμβήσει σε· σύμπαιξον αὐτῷ, καὶ λυπήσει σε. ( ) 30,10 μὴ συγγελάσῃς αὐτῷ, ἵνα μὴ συνοδυνηθῇς, καὶ ἐπ ἐσχάτων γομφιάσεις τοὺς ὀδόντας σου. ( )

30,11 μὴ δῷς αὐτῷ ἐξουσίαν ἐν νεότητι·


( )
30,12 θλάσον τὰς πλευρὰς αὐτοῦ, ὡς ἔστιν νήπιος, μήποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι. ( ) 30,13 παίδευσον τὸν υἱόν σου καὶ ἔργασαι ἐν αὐτῷ, ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ αὐτοῦ προσκόψῃς. ( ) 30,14 Κρείσσων πτωχὸς ὑγιὴς καὶ ἰσχύων τῇ ἕξει ἢ πλούσιος μεμαστιγωμένος εἰς σῶμα αὐτοῦ. ( ) 30,15 ὑγίεια καὶ εὐεξία βελτίων παντὸς χρυσίου, καὶ σῶμα εὔρωστον ἢ ὄλβος ἀμέτρητος. ( ) 30,16 οὐκ ἔστιν πλοῦτος βελτίων ὑγιείας σώματος, καὶ οὐκ ἔστιν εὐφροσύνη ὑπὲρ χαρὰν καρδίας. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: