Livre de Ben Sirac le Sage
29,28 βαρέα ταῦτα ἀνθρώπῳ ἔχοντι φρόνησιν, ἐπιτίμησις οἰκίας καὶ ὀνειδισμὸς δανειστοῦ. ( ) 30,1 Ὁ ἀγαπῶν τὸν υἱὸν αὐτοῦ ἐνδελεχήσει μάστιγας αὐτῷ, ἵνα εὐφρανθῇ ἐπ ἐσχάτων αὐτοῦ· ( ) 30,2 ὁ παιδεύων τὸν υἱὸν αὐτοῦ ὀνήσεται ἐπ αὐτῷ καὶ ἀνὰ μέσον γνωρίμων ἐπ αὐτῷ καυχήσεται· ( ) 30,3 ὁ διδάσκων τὸν υἱὸν αὐτοῦ παραζηλώσει τὸν ἐχθρὸν καὶ ἔναντι φίλων ἐπ αὐτῷ ἀγαλλιάσεται. ( ) 30,4 ἐτελεύτησεν αὐτοῦ ὁ πατήρ, καὶ ὧς οὐκ ἀπέθανεν· ὅμοιον γὰρ αὐτῷ κατέλιπεν μετ αὐτόν. ( )

30,5 ἐν τῇ ζωῇ αὐτοῦ εἶδεν καὶ εὐφράνθη καὶ ἐν τῇ τελευτῇ αὐτοῦ οὐκ ἐλυπήθη·


( )
30,6 ἐναντίον ἐχθρῶν κατέλιπεν ἔκδικον καὶ τοῖς φίλοις ἀνταποδιδόντα χάριν. ( ) 30,7 περιψύχων υἱὸν καταδεσμεύσει τραύματα αὐτοῦ, καὶ ἐπὶ πάσῃ βοῇ ταραχθήσεται σπλάγχνα αὐτοῦ. ( ) 30,8 ἵππος ἀδάμαστος ἐκβαίνει σκληρός, καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής. ( ) 30,9 τιθήνησον τέκνον, καὶ ἐκθαμβήσει σε· σύμπαιξον αὐτῷ, καὶ λυπήσει σε. ( ) 30,10 μὴ συγγελάσῃς αὐτῷ, ἵνα μὴ συνοδυνηθῇς, καὶ ἐπ ἐσχάτων γομφιάσεις τοὺς ὀδόντας σου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: