Livre de Ben Sirac le Sage
29,23 ἐπὶ μικρῷ καὶ μεγάλῳ εὐδοκίαν ἔχε, καὶ ὀνειδισμὸν παροικίας οὐ μὴ ἀκούσῃς. ( ) 29,24 ζωὴ πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν, καὶ οὗ παροικήσεις, οὐκ ἀνοίξεις στόμα· ( ) 29,25 ξενιεῖς καὶ ποτιεῖς εἰς ἀχάριστα καὶ πρὸς ἐπὶ τούτοις πικρὰ ἀκούσῃ ( ) 29,26 Πάρελθε, πάροικε, κόσμησον τράπεζαν, καὶ εἴ τι ἐν τῇ χειρί σου, ψώμισόν με· ( ) 29,27 ἔξελθε, πάροικε, ἀπὸ προσώπου δόξης, ἐπεξένωταί μοι ὁ ἀδελφός, χρεία τῆς οἰκίας. ( )

29,28 βαρέα ταῦτα ἀνθρώπῳ ἔχοντι φρόνησιν, ἐπιτίμησις οἰκίας καὶ ὀνειδισμὸς δανειστοῦ.


( )
30,1 Ὁ ἀγαπῶν τὸν υἱὸν αὐτοῦ ἐνδελεχήσει μάστιγας αὐτῷ, ἵνα εὐφρανθῇ ἐπ ἐσχάτων αὐτοῦ· ( ) 30,2 ὁ παιδεύων τὸν υἱὸν αὐτοῦ ὀνήσεται ἐπ αὐτῷ καὶ ἀνὰ μέσον γνωρίμων ἐπ αὐτῷ καυχήσεται· ( ) 30,3 ὁ διδάσκων τὸν υἱὸν αὐτοῦ παραζηλώσει τὸν ἐχθρὸν καὶ ἔναντι φίλων ἐπ αὐτῷ ἀγαλλιάσεται. ( ) 30,4 ἐτελεύτησεν αὐτοῦ ὁ πατήρ, καὶ ὧς οὐκ ἀπέθανεν· ὅμοιον γὰρ αὐτῷ κατέλιπεν μετ αὐτόν. ( ) 30,5 ἐν τῇ ζωῇ αὐτοῦ εἶδεν καὶ εὐφράνθη καὶ ἐν τῇ τελευτῇ αὐτοῦ οὐκ ἐλυπήθη· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: