Livre de Ben Sirac le Sage
29,8 Πλὴν ἐπὶ ταπεινῷ μακροθύμησον καὶ ἐπ ἐλεημοσύνῃ μὴ παρελκύσῃς αὐτόν. ( ) 29,9 χάριν ἐντολῆς ἀντιλαβοῦ πένητος καὶ κατὰ τὴν ἔνδειαν αὐτοῦ μὴ ἀποστρέψῃς αὐτὸν κενόν. ( ) 29,10 ἀπόλεσον ἀργύριον δι ἀδελφὸν καὶ φίλον, καὶ μὴ ἰωθήτω ὑπὸ τὸν λίθον εἰς ἀπώλειαν. ( ) 29,11 θὲς τὸν θησαυρόν σου κατ ἐντολὰς ὑψίστου, καὶ λυσιτελήσει σοι μᾶλλον ἢ τὸ χρυσίον. ( ) 29,12 σύγκλεισον ἐλεημοσύνην ἐν τοῖς ταμιείοις σου, καὶ αὕτη ἐξελεῖταί σε ἐκ πάσης κακώσεως· ( )

29,13 ὑπὲρ ἀσπίδα κράτους καὶ ὑπὲρ δόρυ ὁλκῆς κατέναντι ἐχθροῦ πολεμήσει ὑπὲρ σοῦ.


( )
29,14 Ἀνὴρ ἀγαθὸς ἐγγυήσεται τὸν πλησίον, καὶ ὁ ἀπολωλεκὼς αἰσχύνην ἐγκαταλείψει αὐτόν. ( ) 29,15 χάριτας ἐγγύου μὴ ἐπιλάθῃ· ἔδωκεν γὰρ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ σοῦ. ( ) 29,16 ἀγαθὰ ἐγγύου ἀνατρέψει ἁμαρτωλός, καὶ ἀχάριστος ἐν διανοίᾳ ἐγκαταλείψει ῥυσάμενον. ( ) 29,17 ἐγγύη πολλοὺς ἀπώλεσεν κατευθύνοντας καὶ ἐσάλευσεν αὐτοὺς ὡς κῦμα θαλάσσης· ( ) 29,18 ἄνδρας δυνατοὺς ἀπῴκισεν, καὶ ἐπλανήθησαν ἐν ἔθνεσιν ἀλλοτρίοις. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: