Livre de Ben Sirac le Sage
29,6 ἐὰν ἰσχύσῃ, μόλις κομίσεται τὸ ἥμισυ καὶ λογιεῖται αὐτὸ ὡς εὕρεμα· εἰ δὲ μή, ἀπεστέρησεν αὐτὸν τῶν χρημάτων αὐτοῦ, καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν· κατάρας καὶ λοιδορίας ἀποδώσει αὐτῷ καὶ ἀντὶ δόξης ἀποδώσει αὐτῷ ἀτιμίαν. ( ) 29,7 πολλοὶ οὐ χάριν πονηρίας ἀπέστρεψαν, ἀποστερηθῆναι δωρεὰν εὐλαβήθησαν. ( ) 29,8 Πλὴν ἐπὶ ταπεινῷ μακροθύμησον καὶ ἐπ ἐλεημοσύνῃ μὴ παρελκύσῃς αὐτόν. ( ) 29,9 χάριν ἐντολῆς ἀντιλαβοῦ πένητος καὶ κατὰ τὴν ἔνδειαν αὐτοῦ μὴ ἀποστρέψῃς αὐτὸν κενόν. ( ) 29,10 ἀπόλεσον ἀργύριον δι ἀδελφὸν καὶ φίλον, καὶ μὴ ἰωθήτω ὑπὸ τὸν λίθον εἰς ἀπώλειαν. ( )

29,11 θὲς τὸν θησαυρόν σου κατ ἐντολὰς ὑψίστου, καὶ λυσιτελήσει σοι μᾶλλον ἢ τὸ χρυσίον.


( )
29,12 σύγκλεισον ἐλεημοσύνην ἐν τοῖς ταμιείοις σου, καὶ αὕτη ἐξελεῖταί σε ἐκ πάσης κακώσεως· ( ) 29,13 ὑπὲρ ἀσπίδα κράτους καὶ ὑπὲρ δόρυ ὁλκῆς κατέναντι ἐχθροῦ πολεμήσει ὑπὲρ σοῦ. ( ) 29,14 Ἀνὴρ ἀγαθὸς ἐγγυήσεται τὸν πλησίον, καὶ ὁ ἀπολωλεκὼς αἰσχύνην ἐγκαταλείψει αὐτόν. ( ) 29,15 χάριτας ἐγγύου μὴ ἐπιλάθῃ· ἔδωκεν γὰρ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ σοῦ. ( ) 29,16 ἀγαθὰ ἐγγύου ἀνατρέψει ἁμαρτωλός, καὶ ἀχάριστος ἐν διανοίᾳ ἐγκαταλείψει ῥυσάμενον. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: