Livre de Ben Sirac le Sage
28,15 γλῶσσα τρίτη γυναῖκας ἀνδρείας ἐξέβαλεν καὶ ἐστέρεσεν αὐτὰς τῶν πόνων αὐτῶν. ( ) 28,16 ὁ προσέχων αὐτῇ οὐ μὴ εὕρῃ ἀνάπαυσιν οὐδὲ κατασκηνώσει μεθ ἡσυχίας. ( ) 28,17 πληγὴ μάστιγος ποιεῖ μώλωπα, πληγὴ δὲ γλώσσης συγκλάσει ὀστᾶ. ( ) 28,18 πολλοὶ ἔπεσαν ἐν στόματι μαχαίρας, καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλῶσσαν. ( ) 28,19 μακάριος ὁ σκεπασθεὶς ἀπ αὐτῆς, ὃς οὐ διῆλθεν ἐν τῷ θυμῷ αὐτῆς, ὃς οὐχ εἵλκυσεν τὸν ζυγὸν αὐτῆς καὶ ἐν τοῖς δεσμοῖς αὐτῆς οὐκ ἐδέθη· ( )

28,20 ὁ γὰρ ζυγὸς αὐτῆς ζυγὸς σιδηροῦς, καὶ οἱ δεσμοὶ αὐτῆς δεσμοὶ χάλκειοι·


( )
28,21 θάνατος πονηρὸς ὁ θάνατος αὐτῆς, καὶ λυσιτελὴς μᾶλλον ὁ ᾅδης αὐτῆς. ( ) 28,22 οὐ μὴ κρατήσῃ εὐσεβῶν, καὶ ἐν τῇ φλογὶ αὐτῆς οὐ καήσονται. ( ) 28,23 οἱ καταλείποντες κύριον ἐμπεσοῦνται εἰς αὐτήν, καὶ ἐν αὐτοῖς ἐκκαήσεται καὶ οὐ μὴ σβεσθῇ· ἐπαποσταλήσεται αὐτοῖς ὡς λέων καὶ ὡς πάρδαλις λυμανεῖται αὐτούς. ( ) 28,24 ἰδὲ περίφραξον τὸ κτῆμά σου ἀκάνθαις, τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον κατάδησον· ( ) 28,25 καὶ τοῖς λόγοις σου ποίησον ζυγὸν καὶ σταθμὸν καὶ τῷ στόματί σου ποίησον θύραν καὶ μοχλόν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: