Livre de la Sagesse
13,18 περὶ δὲ ζωῆς τὸ νεκρὸν ἀξιοῖ, περὶ δὲ ἐπικουρίας τὸ ἀπειρότατον ἱκετεύει, περὶ δὲ ὁδοιπορίας τὸ μηδὲ βάσει χρῆσθαι δυνάμενον, ( ) 13,19 περὶ δὲ πορισμοῦ καὶ ἐργασίας καὶ χειρῶν ἐπιτυχίας τὸ ἀδρανέστατον ταῖς χερσὶν εὐδράνειαν αἰτεῖται. ( ) 14,1 Πλοῦν τις πάλιν στελλόμενος καὶ ἄγρια μέλλων διοδεύειν κύματα τοῦ φέροντος αὐτὸν πλοίου σαθρότερον ξύλον ἐπιβοᾶται. ( ) 14,2 ἐκεῖνο μὲν γὰρ ὄρεξις πορισμῶν ἐπενόησεν, τεχνῖτις δὲ σοφία κατεσκεύασεν· ( ) 14,3 ἡ δὲ σή, πάτερ, διακυβερνᾷ πρόνοια, ὅτι ἔδωκας καὶ ἐν θαλάσσῃ ὁδὸν καὶ ἐν κύμασι τρίβον ἀσφαλῆ ( )

14,4 δεικνὺς ὅτι δύνασαι ἐκ παντὸς σῴζειν, ἵνα κἂν ἄνευ τέχνης τις ἐπιβῇ.


( )
14,5 θέλεις δὲ μὴ ἀργὰ εἶναι τὰ τῆς σοφίας σου ἔργα· διὰ τοῦτο καὶ ἐλαχίστῳ ξύλῳ πιστεύουσιν ἄνθρωποι ψυχὰς καὶ διελθόντες κλύδωνα σχεδίᾳ διεσώθησαν. ( ) 14,6 καὶ ἀρχῆς γὰρ ἀπολλυμένων ὑπερηφάνων γιγάντων ἡ ἐλπὶς τοῦ κόσμου ἐπὶ σχεδίας καταφυγοῦσα ἀπέλιπεν αἰῶνι σπέρμα γενέσεως τῇ σῇ κυβερνηθεῖσα χειρί. ( ) 14,7 εὐλόγηται γὰρ ξύλον, δι οὗ γίνεται δικαιοσύνη· ( ) 14,8 τὸ χειροποίητον δέ, ἐπικατάρατον αὐτὸ καὶ ὁ ποιήσας αὐτό, ὅτι ὁ μὲν ἠργάζετο, τὸ δὲ φθαρτὸν θεὸς ὠνομάσθη. ( ) 14,9 ἐν ἴσῳ γὰρ μισητὰ θεῷ καὶ ὁ ἀσεβῶν καὶ ἡ ἀσέβεια αὐτοῦ· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: