Livre de la Sagesse
12,23 ὅθεν καὶ τοὺς ἐν ἀφροσύνῃ ζωῆς βιώσαντας ἀδίκως διὰ τῶν ἰδίων ἐβασάνισας βδελυγμάτων· ( ) 12,24 καὶ γὰρ τῶν πλάνης ὁδῶν μακρότερον ἐπλανήθησαν θεοὺς ὑπολαμβάνοντες τὰ καὶ ἐν ζῴοις τῶν αἰσχρῶν ἄτιμα νηπίων δίκην ἀφρόνων ψευσθέντες. ( ) 12,25 διὰ τοῦτο ὡς παισὶν ἀλογίστοις τὴν κρίσιν εἰς ἐμπαιγμὸν ἔπεμψας. ( ) 12,26 οἱ δὲ παιγνίοις ἐπιτιμήσεως μὴ νουθετηθέντες ἀξίαν θεοῦ κρίσιν πειράσουσιν. ( ) 12,27 ἐφ οἷς γὰρ αὐτοὶ πάσχοντες ἠγανάκτουν, ἐπὶ τούτοις, οὓς ἐδόκουν θεούς, ἐν αὐτοῖς κολαζόμενοι ἰδόντες, ὃν πάλαι ἠρνοῦντο εἰδέναι, θεὸν ἐπέγνωσαν ἀληθῆ· διὸ καὶ τὸ τέρμα τῆς καταδίκης ἐπ αὐτοὺς ἐπῆλθεν. ( )

13,1 Μάταιοι μὲν γὰρ πάντες ἄνθρωποι φύσει, οἷς παρῆν θεοῦ ἀγνωσία καὶ ἐκ τῶν ὁρωμένων ἀγαθῶν οὐκ ἴσχυσαν εἰδέναι τὸν ὄντα οὔτε τοῖς ἔργοις προσέχοντες ἐπέγνωσαν τὸν τεχνίτην,


20002 Bible des Peuples sur titre chapitre 2023-11-11: L'erreur de ceux qui adorent les forces naturelles

4738 Bible des peuples sur verset 2019-01-06: Dieu partout, jusqu’au cœur de la cité moderne. On ne prouve pas Dieu, sa présence s’impose. L’intelligence est faite pour découvrir Dieu qui remplit tout et qui est la fin de tout. Paul reprendra ce thème dans Romains 1.19.

( )
13,2 ἀλλ ἢ πῦρ ἢ πνεῦμα ἢ ταχινὸν ἀέρα ἢ κύκλον ἄστρων ἢ βίαιον ὕδωρ ἢ φωστῆρας οὐρανοῦ πρυτάνεις κόσμου θεοὺς ἐνόμισαν. ( ) 13,3 ὧν εἰ μὲν τῇ καλλονῇ τερπόμενοι ταῦτα θεοὺς ὑπελάμβανον, γνώτωσαν πόσῳ τούτων ὁ δεσπότης ἐστὶ βελτίων, ὁ γὰρ τοῦ κάλλους γενεσιάρχης ἔκτισεν αὐτά· ( ) 13,4 εἰ δὲ δύναμιν καὶ ἐνέργειαν ἐκπλαγέντες, νοησάτωσαν ἀπ αὐτῶν πόσῳ ὁ κατασκευάσας αὐτὰ δυνα τώτερός ἐστιν· ( ) 13,5 ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται. ( ) 13,6 ἀλλ ὅμως ἐπὶ τούτοις μέμψις ἐστὶν ὀλίγη, καὶ γὰρ αὐτοὶ τάχα πλανῶνται θεὸν ζητοῦντες καὶ θέλοντες εὑρεῖν· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 4 document(s) de référence: Catéchisme de l'Eglise Catholique § 1147, , § 2112 § , La Trinité 15 la trinité au ciel § 3,