Livre de l'Exode
17,14 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Κατάγραψον τοῦτο εἰς μνημόσυνον ἐν βιβλίῳ καὶ δὸς εἰς τὰ ὦτα Ἰησοῖ ὅτι Ἀλοιφῇ ἐξαλείψω τὸ μνημόσυνον Αμαληκ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν. ( ) 17,15 καὶ ᾠκοδόμησεν Μωυσῆς θυσιαστήριον κυρίῳ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Κύριός μου καταφυγή· ( ) 17,16 ὅτι ἐν χειρὶ κρυφαίᾳ πολεμεῖ κύριος ἐπὶ Αμαληκ ἀπὸ γενεῶν εἰς γενεάς. ( ) 18,1 Ἤκουσεν δὲ Ιοθορ ὁ ἱερεὺς Μαδιαμ ὁ γαμβρὸς Μωυσῆ πάντα, ὅσα ἐποίησεν κύριος Ισραηλ τῷ ἑαυτοῦ λαῷ· ἐξήγαγεν γὰρ κύριος τὸν Ισραηλ ἐξ Αἰγύπτου. ( ) 18,2 ἔλαβεν δὲ Ιοθορ ὁ γαμβρὸς Μωυσῆ Σεπφωραν τὴν γυναῖκα Μωυσῆ μετὰ τὴν ἄφεσιν αὐτῆς ( )

18,3 καὶ τοὺς δύο υἱοὺς αὐτοῦ· ὄνομα τῷ ἑνὶ αὐτῶν Γηρσαμ λέγων Πάροικος ἤμην ἐν γῇ ἀλλοτρίᾳ·


( )
18,4 καὶ τὸ ὄνομα τοῦ δευτέρου Ελιεζερ λέγων Ὁ γὰρ θεὸς τοῦ πατρός μου βοηθός μου καὶ ἐξείλατό με ἐκ χειρὸς Φαραω. ( ) 18,5 καὶ ἐξῆλθεν Ιοθορ ὁ γαμβρὸς Μωυσῆ καὶ οἱ υἱοὶ καὶ ἡ γυνὴ πρὸς Μωυσῆν εἰς τὴν ἔρημον, οὗ παρενέβαλεν ἐπ ὄρους τοῦ θεοῦ. ( ) 18,6 ἀνηγγέλη δὲ Μωυσεῖ λέγοντες Ἰδοὺ ὁ γαμβρός σου Ιοθορ παραγίνεται πρὸς σέ, καὶ ἡ γυνὴ καὶ οἱ δύο υἱοί σου μετ αὐτοῦ. ( ) 18,7 ἐξῆλθεν δὲ Μωυσῆς εἰς συνάντησιν τῷ γαμβρῷ αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ καὶ ἐφίλησεν αὐτόν, καὶ ἠσπάσαντο ἀλλήλους· καὶ εἰσήγαγεν αὐτὸν εἰς τὴν σκηνήν. ( ) 18,8 καὶ διηγήσατο Μωυσῆς τῷ γαμβρῷ πάντα, ὅσα ἐποίησεν κύριος τῷ Φαραω καὶ τοῖς Αἰγυπτίοις ἕνεκεν τοῦ Ισραηλ, καὶ πάντα τὸν μόχθον τὸν γενόμενον αὐτοῖς ἐν τῇ ὁδῷ καὶ ὅτι ἐξείλατο αὐτοὺς κύριος ἐκ χειρὸς Φαραω καὶ ἐκ χειρὸς τῶν Αἰγυπτίων. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: