Livre de la Sagesse
9,13 τίς γὰρ ἄνθρωπος γνώσεται βουλὴν θεοῦ., ἢ τίς ἐνθυμηθήσεται τί θέλει ὁ κύριος., ( ) 9,14 λογισμοὶ γὰρ θνητῶν δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν· ( ) 9,15 φθαρτὸν γὰρ σῶμα βαρύνει ψυχήν, καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα. ( ) 9,16 καὶ μόλις εἰκάζομεν τὰ ἐπὶ γῆς καὶ τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ πόνου· τὰ δὲ ἐν οὐρανοῖς τίς ἐξιχνίασεν., ( ) 9,17 βουλὴν δέ σου τίς ἔγνω, εἰ μὴ σὺ ἔδωκας σοφίαν καὶ ἔπεμψας τὸ ἅγιόν σου πνεῦμα ἀπὸ ὑψίστων., ( )
9,18 καὶ οὕτως διωρθώθησαν αἱ τρίβοι τῶν ἐπὶ γῆς, καὶ τὰ ἀρεστά σου ἐδιδάχθησαν ἄνθρωποι, καὶ τῇ σοφίᾳ ἐσώθησαν.
( )
10,1 Αὕτη πρωτόπλαστον πατέρα κόσμου μόνον κτισθέντα διεφύλαξεν καὶ ἐξείλατο αὐτὸν ἐκ παραπτώματος ἰδίου ( ) 10,2 ἔδωκέν τε αὐτῷ ἰσχὺν κρατῆσαι ἁπάντων. ( ) 10,3 ἀποστὰς δὲ ἀπ αὐτῆς ἄδικος ἐν ὀργῇ αὐτοῦ ἀδελφοκτόνοις συναπώλετο θυμοῖς. ( ) 10,4 δι ὃν κατακλυζομένην γῆν πάλιν ἔσωσεν σοφία δι εὐτελοῦς ξύλου τὸν δίκαιον κυβερνήσασα. ( ) 10,5 αὕτη καὶ ἐν ὁμονοίᾳ πονηρίας ἐθνῶν συγχυθέντων ἔγνω τὸν δίκαιον καὶ ἐτήρησεν αὐτὸν ἄμεμπτον θεῷ καὶ ἐπὶ τέκνου σπλάγχνοις ἰσχυρὸν ἐφύλαξεν. ( )
trouve dans 2 passage(s): La sagesse de salomon, La sagesse,
trouve dans 1 liturgie(s): Dimanche-23-temps ordinaire annee C,
trouve dans 0 document(s) de référence: